Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
710ἔβα καὶ πάρος
κατὰ πόλιν, ὕπαφρον ὄμμ᾽ ἔχων,
ῥακοδύτῳ στολᾷ
πυκασθείς, ξιφήρης
κρύφιος ἐν πέπλοις.
715βίον δ᾽ ἐπαιτῶν εἷρπ᾽ ἀγύρτης τις λάτρις,
ψαφαρόχρουν κάρα πολυπινές τ᾽ ἔχων:
πολλὰ δὲ τὰν
βασιλίδ᾽ ἑστίαν Ἀτρειδᾶν κακῶς
ἔβαζε δῆθεν ἐχθρὸς ὢν στρατηλάταις.
720ὄλοιτ᾽ ὄλοιτο πανδίκως,
πρὶν ἐπὶ γᾶν Φρυγῶν ποδὸς ἴχνος βαλεῖν.
— εἴτ᾽ οὖν Ὀδυσσέως εἴτε μή, φόβος μ᾽ ἔχει:
Ἕκτωρ γὰρ ἡμῖν τοῖς φύλαξι μέμψεται.
— τί λάσκων; — δυσοίζων.
725 — τί δρᾶσαι; τί ταρβεῖς;
— καθ᾽ ἡμᾶς περᾶσαι ... — τίν᾽ ἀνδρῶν;
— οἳ τῆσδε νυκτὸς ἦλθον ἐς Φρυγῶν στρατόν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.