previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μετὰ δὲ τὴν μάχην ἐκείνην εἰ μὲν εὐθὺς ἐπηκολούθησαν οἱ Γαλάται τοῖς φεύγουσιν, οὐδὲν ἂν ἐκώλυσε τὴν Ῥώμην ἄρδην ἀναιρεθῆναι καὶ πάντας ἀπολέσθαι τοὺς ἐν αὐτῇ καταλειφθέντας: τοσοῦτον οἱ φεύγοντες ἐνειργάζοντο δεῖμα τοῖς ὑποδεχομένοις, καὶ τοσαύτης πάλιν ἐνεπίμπλαντο ταραχῆς καὶ παραφροσύνης, [2] νυνὶ δ᾽ ἀπιστίᾳ τοῦ μεγέθους οἱ βάρβαροι τῆς νίκης καὶ πρὸς [p. 142] εὐπάθειαν ἐκ τοῦ περιχαροῦς ἅμα καὶ νεμήσεις τῶν ἑαλωκότων ἐν τῷ στρατοπέδῳ χρημάτων τραπόμενοι, τῷ μὲν ἐκπίπτοντι τῆς πόλεως ὄχλῳ ῥᾳστώνην φυγῆς παρέσχον, ἐλπίσαι δ᾽ ἔτι καὶ παρασκευάσασθαι τοῖς ὑπομένουσι τὴν γὰρ ἄλλην πόλιν προέμενοι τὸ Καπιτώλιον ἐφράξαντο βέλεσι καὶ διατειχίσμασιν. [3] ἐν πρώτοις δὲ τῶν ἱερῶν μὲν εἰς τὸ Καπιτώλιον ἀνεσκευάσαντο, τὸ δὲ πῦρ τῆς Ἑστίας αἱ παρθένοι μετὰ τῶν ἱερῶν ἔφευγον ἁρπασάμεναι.

καίτοι τινὲς οὐδὲν εἶναι τὸ φρουρούμενον ὑπ᾽ αὐτῶν ἕτερον πῦρ ἄφθιτον ἱστοροῦσι, Νομᾶ τοῦ βασιλέως καταστήσαντος ὡς ἀρχὴν ἁπάντων σέβεσθαι. κινητικώτατον γὰρ ἐν τῇ φύσει τοῦτο: [4] κίνησις δέ τις σύν τινι κινήσει πάντως γένεσις: τὰ δ᾽ ἄλλα τῆς ὕλης μόρια θερμότητος ἐπιλιπούσης ἀργὰ κείμενα καὶ νεκροῖς ἐοικότα ποθεῖ τὴν τοῦ πυρὸς δύναμιν, ὡς ψυχήν, καὶ προσελθούσης ἁμῶς γέ πως ἐπὶ τὸ δρᾶν τι καὶ πάσχειν τρέπεται, τοῦτ᾽ οὖν ἅτε δὴ περιττὸν ἄνδρα τὸν Νομᾶν καὶ λόγον ἔχοντα ταῖς Μούσαις συνεῖναι διὰ σοφίαν ἐξοσιῶσαι καὶ φρουρεῖν ἀκοίμητον ἐν εἰκόνι τῆς τὰ πάντα κοσμούσης ἀιδίου δυνάμεως, οἱ δὲ τὸ μὲν πῦρ, [5] ὥσπερ παρ᾽ Ἕλλησι, πρὸ ἱερῶν αἴθεσθαι καθάρσιον, ἄλλα δὲ τὰ ἐντὸς ἀθέατα κρύπτεσθαι πᾶσι, πλὴν ταύταις ταῖς παρθένοις, ἃς Ἑστιάδας ἐπονομάζουσι: [p. 144] καὶ πλεῖστος μὲν λόγος κατεῖχε τὸ Τρωικὸν ἐκεῖνο Παλλάδιον ἀποκεῖσθαι δι᾽ Αἰνείου κομισθὲν εἰς Ἰταλίαν. εἰσὶ δ᾽ οἱ τὰ Σαμοθρᾴκια μυθολογοῦντες Δάρδανον μὲν εἰς Τροίαν ἐξενεγκάμενον ὀργιάσαι καὶ καθιερῶσαι κτίσαντα τὴν πόλιν, Αἰνείαν δὲ περὶ τὴν ἅλωσιν ἐκκλέψαντα διασῶσαι μέχρι τῆς ἐν Ἰταλίᾳ κατοικήσεως. [6] οἱ δὲ προσποιούμενοί πλέον ἐπίστασθαι τι περὶ τούτων δύο φασὶν οὐ μεγάλους ἀποκεῖσθαι πίθους, ὧν τὸν μὲν ἀνεῳγότα καὶ κενὸν, τὸν δὲ πλήρη καὶ κατασεσημασμένον, ἀμφοτέρους δὲ ταῖς παναγέσι μόναις παρθένοις ὁρατούς εἶναι. ἄλλοι δὲ τούτους διεψεῦσθαι νομίζουσι τῷ τὰ πλεῖστα τῶν ἱερῶν τότε τὰς κόρας ἐμβαλούσας εἰς πίθους δύο κρύψαι κατὰ γῆς ὑπὸ τὸν νεὼν τοῦ Κυρίνου, καὶ τὸν τόπον ἐκεῖνον ἔτι καὶ νῦν τῶν Πιθίσκων φέρεσθαι τὴν ἐπωνυμίαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1914)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: