previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τὸν δ᾽ ἕτερον λόγον οἱ πλεῖστοι τῶν συγγραφέων δοκιμάζοντες οὕτω λέγουσιν. ἀποδειχθεὶς δικτάτωρ τὸ τρίτον Κάμιλλος καὶ πυθόμενος τὸ μετὰ τῶν χιλιάρχων στράτευμα πολιορκούμενον ὑπὸ τῶν Λατίνων καὶ τῶν Οὐολούσκων, ἠναγκάσθη καὶ τοὺς οὐκ ἐν ὥρᾳ τῶν πολιτῶν, ἀλλ᾽ ἤδη παρηβηκότας καθοπλίσαι. [2] περιελθὼν δὲ μακρὰν περίοδον περὶ τὸ Μάρκιον ὄρος καὶ λαθὼν τοὺς πολεμίους ἵδρυσε τὴν στρατιὰν κατόπιν αὐτῶν, καὶ πυρὰ πολλὰ καύσας διεσήμηνε τὴν ἑαυτοῦ παρουσίαν. οἱ μὲν οὖν πολιορκούμενοι θαρρήσαντες ἐπιέναι διενοοῦντο καὶ [3] μάχην συνάπτειν οἱ δὲ Λατῖνοι καὶ Οὐολοῦσκοι συστείλαντες εἴσω τοῦ χάρακος ἑαυτούς ἀπεσταύρουν ξύλοις πολλοῖς καὶ διεφράγνυντο πανταχόθεν τὸ στρατόπεδον, ἀμφίβολοι γεγονότες ὑπὸ τῶν πολεμίων καὶ περιμένειν ἐγνωκότες ἑτέραν οἴκοθεν δύναμιν, ἅμα δὲ καὶ Τυρρηνῶν προσδεχόμενοι βοήθειαν. τοῦτο δ᾽ αἰσθόμενος Κάμιλλος καὶ δεδοικὼς παθεῖν ὅπερ ἐποίησεν αὐτὸς τοὺς πολεμίους κυκλωσάμενος ἔσπευδε προλαβεῖν τὸν καιρόν, [4] ὄντος δὲ τοῦ περιφράγματος ξυλίνου καὶ πνεύματος μεγάλου κατιόντος ἀπὸ τῶν ὀρῶν ἅμα [p. 182] φάει, πυροβόλα1 παρασκευασάμενος καὶ περὶ τὸν ὄρθρον ἐξαγαγὼν τὴν δύναμιν τοὺς μὲν ἄλλους ἐκέλευσε χρῆσθαι βέλεσι καὶ κραυγῇ καθ᾽ ἕτερον μέρος, αὐτὸς δὲ τοὺς τὸ πῦρ ἀφήσειν μέλλοντας ἔχων ὅθεν εἰώθει μάλιστα προσπίπτειν ἄνεμος τῷ χάρακι τῶν πολεμίων ἀνέμενε τὴν ὥραν. ἐπεὶ δὲ συνεστώσης τῆς μάχης τε ἥλιος ἀνῄει καὶ τὸ πνεῦμα λαμπρὸν ἐξέπιπτε, σημήνας ἐπιδρομὴν κατέσπειρε τοῦ χάρακος ἄφθονα τῶν πυροβόλων. [5] ταχὺ δὲ τῆς φλογὸς ἐν ὕλῃ πυκνῇ καὶ σταυρώμασι ξυλίνοις ἀνατραφείσης καὶ κύκλῳ περινεμομένης, οὐδὲν ἄκος οὐδὲ σβεστήριον ἔχοντες οἱ Λατῖνοι παρεσκευασμένον, ὡς πλῆρες ἦν ἤδη τὸ στρατόπεδον πυρός, ἐπ᾽ ὀλίγον συστελλόμενοι τόπον ἐξέπιπτον ὑπ᾽ ἀνάγκης πρὸς ὡπλισμένους καὶ παρατεταγμένους πρὸ τοῦ χάρακος τοὺς πολεμίους, καὶ τούτων μὲν ὀλίγοι διέφυγον, τοὺς δὲ καταλειφθέντας ἐν τῷ στρατοπέδῳ πάντας διέφθειρε τὸ πῦρ, μέχρι οὗ κατασβέσαντες οἱ Ῥωμαῖοι τὰ χρήματα διήρπασαν.

1 πυροβόλα conjecture of Sintenis; πυρα πολλὰ MSS., Sintenis, and edd.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1914)
hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: