previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἡσθεὶς οὖν Σουρήνας ἐπὶ τῷ τοὺς ἄνδρας ἐνέχεσθαι τῇ πολιορκίᾳ, μεθ᾽ ἡμέραν ἐπῆγε τοὺς Πάρθους πολλὰ καθυβρίζοντας καὶ κελεύοντας, εἰ βούλονται τυχεῖν σπονδῶν Ῥωμαῖοι, Κράσσον ἐγχειρίσαι σφίσι καὶ Κάσσιον δεδεμένους, οἱ δ᾽ ἤχθοντο μὲν ἠπατημένοι, [2] μακρὰς δὲ καὶ κενὰς τὰς Ἀρμενίων ἐλπίδας καταβάλλειν τῷ Κράσσῳ φράσαντες εἴχοντο δρασμοῦ: καὶ τοῦτ᾽ ἔδει μηδένα πρὸ καιροῦ Καρρηνῶν πυθέσθαι, πυνθάνεται δ᾽ πάντων ἀπιστότατος Ἀνδρόμαχος, [p. 408] ὑπὸ Κράσσου καὶ τοῦτο πιστευθεὶς καὶ τῆς ὁδοῦ τὴν ἡγεμονίαν. οὐδὲν οὖν ἔλαθε τοὺς Πάρθους, ἐξαγγέλλοντος τοῦ Ἀνδρομάχου καθ᾽ ἕκαστον. [3] ἐπεὶ δὲ νυκτομαχεῖν οὐ πάτριον αὐτοῖς ἐστιν οὐδὲ ῥᾴδιον, ἐξῄει δὲ νύκτωρ Κράσσος, ὅπως μὴ καθυστερήσωσι πολὺ τῇ διώξει στρατηγῶν Ἀνδρόμαχος ἄλλοτε ἄλλας ὁδοὺς ὑφηγεῖτο, καὶ τέλος ἐξέτρεψεν εἰς ἕλη βαθέα καὶ χωρία τάφρων μεστὰ τὴν πορείαν, χαλεπὴν καὶ πολυπλανῆ γινομένην τοῖς ἐπισπομένοις. [4] ἐγένοντο γάρ τινες οἳ μηδὲν ὑγιὲς τὸν Ἀνδρόμαχον στρέφειν καὶ περιελίττειν εἰκάσαντες οὐκ ἠκολούθησαν, ἀλλὰ Κάσσιος μὲν ἐπανῆλθεν εἰς Κάρρας πάλιν, καὶ τῶν ὁδηγῶν Ἄραβες δ᾽ ἦσαν ἀναμένειν κελευόντων ἄχρι ἂν σελήνη παραλλάξῃ τὸν σκορπίον, ‘ἀλλ᾽ ἔγωγε,’ εἰπών, ‘ἔτι τοῦτον μᾶλλον φοβοῦμαι τὸν τοξότην,’ ἀπήλαυνεν εἰς Συρίαν μεθ᾽ ἱππέων πεντακοσίων: [5] ἄλλοι δὲ χρησάμενοι πιστοῖς ὁδηγοῖς ἐλάβοντο χωρίων ὀρεινῶν, καλεῖται Σίννακα, καὶ κατέστησαν ἐν ἀσφαλεῖ πρὸ ἡμέρας, οὗτοι περὶ πεντακισχιλίους ἦσαν ἡγεῖτο δ᾽ αὐτῶν ἀνὴρ ἀγαθὸς Ὀκταούϊος.

τὸν δὲ Κράσσον ἡμέρα κατελάμβανεν ἐπιβουλευόμενον1 ὑπ᾽ Ἀνδρομάχου περὶ τὰς δυσχωρίας καὶ τὸ ἕλος. [6] ἦσαν δὲ τέσσαρες σπεῖραι σὺν αὐτῷ θυρεαοφόρων, ἱππεῖς δὲ παντελῶς ὀλίγοι καὶ πέντε ῥαβδοῦχοι, μεθ᾽ ὧν ἐπιπόνως εἰς τὴν ὁδὸν καὶ μόλις καταστάς, ἤδη τῶν πολεμίων ἐπικειμένων, ὅσον δώδεκα σταδίους ἀπολιπὼν τοῦ συμμῖξαι τοῖς περὶ τὸν Ὀκταούϊον ἐπ᾽ ἄλλον [p. 410] ἀναφεύγει λόφον, οὐχ οὕτω μὲν ἄφιππον οὐδ᾽ ὀχυρόν, ὑποκείμενον δὲ τοῖς Σιννάκοις καὶ συνηρτημένον αὐχένι μακρῷ διὰ μέσου κατατείνοντι τοῦ πεδίου πρὸς τοῦτον, ἦν οὖν ἐν ὄψει τοῖς περὶ τὸν Ὀκταούϊον κίνδυνος αὐτοῦ, [7] καὶ πρῶτος Ὀκταούϊος ἔθει μετ᾽ ὀλίγων ἄνωθεν ἐπιβοηθῶν, εἶτα οἱ λοιποὶ κακίσαντες ἑαυτοὺς ἐπεφέροντο, καὶ προσπεσόντες καὶ ὠσάμενοι τοὺς πολεμίους ἀπὸ τοῦ λόφου περιέσχον ἐν μέσῳ τὸν Κράσσον καὶ προεβάλλοντο τοὺς θυρεούς, μεγαληγοροῦντες ὡς οὐκ ἔστι Πάρθοις βέλος προσπεσεῖται τῷ σώματι τοῦ αὐτοκράτορος πρὶν σφᾶς ἅπαντας ὑπὲρ αὐτοῦ μαχομένους ἀποθανεῖν.

1 ἐπιβουλευόμενον Bekker reads ἔτι ἀγόμενον (still led), with Pseudo-Appian.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1916)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: