This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[14]
κράτιστον μὲν γὰρ ἦν, εἴ τι προσῆν ἄλλο σημεῖον τοῖς πονηροῖς τῶν ἀνθρώπων, πρὶν ἀδικηθῆναί τινα τῶν πολιτῶν, πρότερον κολάζειν αὐτούς: ἐπειδὴ δ᾽ οὐχ οἷόν τ᾽ ἐστὶν αἰσθέσθαι πρὶν κακῶς τινὰς παθεῖν ὑπ᾽ αὐτῶν, ἀλλ᾽ οὖν γ᾽ ἐπειδὰν γνωρισθῶσι, προσήκει πᾶσι μισεῖν τοὺς τοιούτους καὶ κοινοὺς ἐχθροὺς νομίζειν.