This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7]
βουλευομένοις οὖν ἡμῖν ἐδόκει βέλτιστον εἶναι προσομολογεῖν1 πάντα ποιεῖν, ὅσα Σάτυρος προσέταττε, καὶ τὰ μὲν φανερὰ τῶν χρημάτων παραδοῦναι, περὶ δὲ τῶν παρὰ τούτῳ κειμένων μὴ μόνον ἔξαρνον εἶναι ἀλλὰ καὶ ὀφείλοντά με καὶ τούτῳ καὶ ἑτέροις ἐπὶ τόκῳ φαίνεσθαι καὶ πάντα ποιεῖν ἐξ ἐκεῖνοι μάλιστ᾽ ἤμελλον πεισθήσεσθαι μὴ εἶναί μοι χρήματα.
1 προσομολογεῖν . . . καὶ:these words are not found in the best MSS., nor in Dionysius. It is probable that they are a gloss.