This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[29]
ταῖς αὐταῖς κόλαζε ζημίαις τοὺς ψευδῶς διαβάλλοντας, αἷσπερ τοὺς ἐξαμαρτάνοντας.ἄρχε σαυτοῦ μηδὲν ἧττον ἢ τῶν ἄλλων, καὶ τοῦθ᾽ ἡγοῦ βασιλικώτατον, ἂν μηδεμιᾷ δουλεύῃς τῶν ἡδονῶν, ἀλλὰ κρατῆς τῶν ἐπιθυμιῶν μᾶλλον ἢ τῶν πολιτῶν. μηδεμίαν συνουσίαν εἰκῇ προσδέχου μηδ᾽ ἀλογίστως, ἀλλ᾽ ἐπ᾽ ἐκείναις ταῖς διατριβαῖς ἔθιζε σαυτὸν χαίρειν, ἐξ ὧν αὐτός τ᾽ ἐπιδώσεις καὶ τοῖς ἄλλοις βελτίων εἶναι δόξεις.