previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ὀρέστης

τὰ μὲν περισσεύοντα τῶν λόγων ἄφες,
καὶ μήτε μήτηρ ὡς κακὴ δίδασκέ με,
1290μήθ᾽ ὡς πατρῴαν κτῆσιν Αἴγισθος δόμων
ἀντλεῖ, τὰ δ᾽ ἐκχεῖ, τὰ δὲ διασπείρει μάτην:
χρόνου γὰρ ἄν σοι καιρὸν ἐξείργοι λόγος.
δ᾽ ἁρμόσει μοι τῷ παρόντι νῦν χρόνῳ
σήμαιν᾽, ὅπου φανέντες κεκρυμμένοι
1295γελῶντας ἐχθροὺς παύσομεν τῇ νῦν ὁδῷ.
οὕτω δ᾽ ὅπως μήτηρ σε μὴ 'πιγνώσεται
φαιδρῷ προσώπῳ νῷν ἐπελθόντοιν δόμους:
ἀλλ᾽ ὡς ἐπ᾽ ἄτῃ τῇ μάτην λελεγμένῃ
στέναζ᾽: ὅταν γὰρ εὐτυχήσωμεν, τότε
1300χαίρειν παρέσται καὶ γελᾶν ἐλευθέρως.

Ἠλέκτρα

ἀλλ᾽ κασίγνηθ᾽, ὧδ᾽ ὅπως καὶ σοὶ φίλον
καὶ τοὐμὸν ἔσται τῇδ᾽: ἐπεὶ τὰς ἡδονὰς
πρὸς σοῦ λαβοῦσα κοὐκ ἐμὰς ἐκτησάμην,
κοὐδ᾽ ἄν σε λυπήσασα δεξαίμην βραχὺ
1305αὐτὴ μέγ᾽ εὑρεῖν κέρδος: οὐ γὰρ ἂν καλῶς
ὑπηρετοίην τῷ παρόντι δαίμονι.
ἀλλ᾽ οἶσθα μὲν τἀνθένδε, πῶς γὰρ οὔ; κλύων
ὁθούνεκ᾽ Αἴγισθος μὲν οὐ κατὰ στέγας,
μήτηρ δ᾽ ἐν οἴκοις: ἣν σὺ μὴ δείσῃς ποθ᾽ ὡς
1310γέλωτι τοὐμὸν φαιδρὸν ὄψεται κάρα.
μῖσός τε γὰρ παλαιὸν ἐντέτηκέ μοι,
κἀπεί σ᾽ ἐσεῖδον, οὔ ποτ᾽ ἐκλήξω χαρᾷ
δακρυρροοῦσα: πῶς γὰρ ἂν λήξαιμ᾽ ἐγώ,
ἥτις μιᾷ σε τῇδ᾽ ὁδῷ θανόντα τε
1315καὶ ζῶντ᾽ ἐσεῖδον; εἴργασαι δέ μ᾽ ἄσκοπα:
ὥστ᾽ εἰ πατήρ μοι ζῶν ἵκοιτο, μηκέτ᾽ ἂν
τέρας νομίζειν αὐτό, πιστεύειν δ᾽ ὁρᾶν.
ὅτ᾽ οὖν τοιαύτην ἡμὶν ἐξήκεις ὁδόν,
ἄρχ᾽ αὐτὸς ὥς σοι θυμός: ὡς ἐγὼ μόνη
1320οὐκ ἂν δυοῖν ἥμαρτον: γὰρ ἂν καλῶς
ἔσωσ᾽ ἐμαυτὴν καλῶς ἀπωλόμην.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 1317
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: