Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
καὶ μὴν πάρεισιν οἵδε: φοινία δὲ χεὶρ
στάζει θυηλῆς Ἄρεος, οὐδ᾽ ἔχω ψέγειν. Ἠλέκτρα
Ὀρέστα, πῶς κυρεῖτε; Ὀρέστης
τἀν δόμοισι μὲν
1425καλῶς, Ἀπόλλων εἰ καλῶς ἐθέσπισεν. Ἠλέκτρα
τέθνηκεν ἡ τάλαινα; Ὀρέστης
μηκέτ᾽ ἐκφοβοῦ
μητρῷον ὥς σε λῆμ᾽ ἀτιμάσει ποτέ. Χορός
παύσασθε: λεύσσω γὰρ Αἴγισθον ἐκ προδήλου. Ἠλέκτρα
ὦ παῖδες, οὐκ ἄψορρον; Ὀρέστης
εἰσορᾶτε ποῦ τὸν ἄνδρ᾽; Ἠλέκτρα
ἐφ᾽ ἡμῖν οὗτος ἐκ προαστίου
χωρεῖ γεγηθὼς ... Χορός
βᾶτε κατ᾽ ἀντιθύρων ὅσον τάχιστα,
1435νῦν, τὰ πρὶν εὖ θέμενοι, τάδ᾽ ὡς πάλιν. Ὀρέστης
θάρσει: τελοῦμεν. Ἠλέκτρα
ᾗ νοεῖς ἔπειγέ νυν. Ὀρέστης
καὶ δὴ βέβηκα. Ἠλέκτρα
τἀνθάδ᾽ ἂν μέλοιτ᾽ ἐμοί. Χορός
δι᾽ ὠτὸς ἂν παῦρά γ᾽ ὡς ἠπίως ἐννέπειν
1440πρὸς ἄνδρα τόνδε συμφέροι, λαθραῖον ὡς
ὀρούσῃ πρὸς δίκας ἀγῶνα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.