Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
εἰ μὴ 'γὼ παράφρων μάντις ἔφυν καὶ γνώμας
λειπομένα σοφᾶς,
εἶσιν ἁ πρόμαντις
475Δίκα δίκαια φερομένα χεροῖν κράτη:
μέτεισιν, ὦ τέκνον, οὐ μακροῦ χρόνου.
ὕπεστί μοι θάρσος,
480ἁδυπνόων κλύουσαν
ἀρτίως ὀνειράτων.
οὐ γάρ ποτ᾽ ἀμναστεῖ γ᾽ ὁ φύσας σ᾽ Ἑλλάνων ἄναξ,
485οὐδ᾽ ἁ παλαιὰ χαλκόπλακτος ἀμφάκης γένυς,
ἅ νιν κατέπεφνεν αἰσχίσταις ἐν αἰκίαις.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.