Ἠλέκτρα
ἆρ᾽ ὑμὶν ὡς ἀλγοῦσα κὠδυνωμένη
805δεινῶς δακρῦσαι κἀπικωκῦσαι δοκεῖ
τὸν υἱὸν ἡ δύστηνος ὧδ᾽ ὀλωλότα;
ἀλλ᾽ ἐγγελῶσα φροῦδος: ὦ τάλαιν᾽ ἐγώ.
Ὀρέστα φίλταθ᾽, ὥς μ᾽ ἀπώλεσας θανών.
ἀποσπάσας γὰρ τῆς ἐμῆς οἴχει φρενὸς
810αἵ μοι μόναι παρῆσαν ἐλπίδων ἔτι,
σὲ πατρὸς ἥξειν ζῶντα τιμωρόν ποτε
κἀμοῦ ταλαίνης. νῦν δὲ ποῖ με χρὴ μολεῖν;
μόνη γάρ εἰμι, σοῦ τ᾽ ἀπεστερημένη
καὶ πατρός. ἤδη δεῖ με δουλεύειν πάλιν
815ἐν τοῖσιν ἐχθίστοισιν ἀνθρώπων ἐμοὶ
φονεῦσι πατρός. ἆρά μοι καλῶς ἔχει;
ἀλλ᾽ οὔ τι μὴν ἔγωγε τοῦ λοιποῦ χρόνου
ξύνοικος, εἴσειμ᾽, ἀλλὰ τῇδε πρὸς πύλῃ
παρεῖσ᾽ ἐμαυτὴν ἄφιλος αὐανῶ βίον.
820πρὸς ταῦτα καινέτω τις, εἰ βαρύνεται,
τῶν ἔνδον ὄντων: ὡς χάρις μέν, ἢν κτάνῃ,
λύπη δ᾽, ἐὰν ζῶ: τοῦ βίου δ᾽ οὐδεὶς πόθος.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.