This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[26]
φέρε γὰρ πρὸς θεῶν σκοπεῖτε, τί δήποτ᾽ ἐν Βυζαντίῳ οὐδείς ἐσθ᾽ ὁ διδάξων ἐκείνους μὴ καταλαμβάνειν Χαλκηδόνα, ἣ βασιλέως μέν ἐστιν, εἴχετε δ᾽ αὐτὴν ὑμεῖς, ἐκείνοις δ᾽ οὐδαμόθεν προσῆκεν: μηδὲ Σηλυμβρίαν, πόλιν ὑμετέραν ποτὲ σύμμαχον οὖσαν, ὡς αὑτοὺς συντελῆ ποιεῖν καὶ Βυζαντίων ὁρίζειν τὴν τούτων χώραν παρὰ τοὺς ὅρκους καὶ τὰς συνθήκας, ἐν αἷς αὐτονόμους τὰς πόλεις εἶναι γέγραπται;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.