Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[11]
ὅτι δ᾽ οὐδ᾽ ἂν ἐναντιωθῆναί μοι δοκεῖ τῇ πράξει ταύτῃ νῦν Ἀρτεμισία τῆς πόλεως οὔσης ἐπὶ τῶν πραγμάτων, μίκρ᾽ ἀκούσαντες σκοπεῖτε εἴτ᾽ ὀρθῶς λογίζομαι ταῦτ᾽ εἴτε μή. ἐγὼ νομίζω, πράττοντος μὲν ἐν Αἰγύπτῳ πάνθ᾽ ὡς ὥρμηκε βασιλέως, σφόδρ᾽ ἂν Ἀρτεμισίαν πειραθῆναι περιποιῆσαι Ῥόδον αὐτῷ, οὐ τῇ βασιλέως εὐνοίᾳ, ἀλλὰ τῷ βούλεσθαι πλησίον αὐτῆς διατρίβοντος ἐκείνου μεγάλην εὐεργεσίαν καταθέσθαι πρὸς αὐτόν, ἵν᾽ ὡς οἰκειότατ᾽ αὐτὴν ἀποδέχηται:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.