This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[35]
ὅταν δ᾽ ὑπὸ τῶν τοῦδ᾽ ὑποσχέσεων ὑπάγεσθαι φῇ, μέμνησθ᾽ ὅτι μάρτυρας ὑμῖν παρεσχήμεθα, οἳ χρόνον πολὺν τοῦδ᾽ ἀπηλλαγμένου μισθωταὶ τούτοις ἐγίγνοντο τῆς τραπέζης καὶ τοῦ ἀσπιδοπηγείου. καίτοι τόθ᾽, ὁπηνίκ᾽ ἐμίσθωσεν ἐκείνοις, τῷδ᾽ ἐγκαλεῖν παραχρῆμ᾽ ἐχρῆν, εἴπερ ἀληθῆ ἦν ὑπὲρ ὧν τότ᾽ ἀφεὶς νῦν τούτῳ δικάζεται. ὡς τοίνυν ἀληθῆ λέγω, καὶ πρεσβεῖά τε τὴν συνοικίαν ἔλαβεν κατὰ τὴν διαθήκην, καὶ τῷδ᾽ οὐχ ὅπως ἐγκαλεῖν ᾤετο δεῖν, ἀλλ᾽ ἐπῄνει, λαβὲ τὴν μαρτυρίαν.“Μαρτυρία”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.