This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
ὃν μὲν τοίνυν τρόπον ἡμᾶς ἐνέγραψεν ὁ πατήρ, ἀκηκόατε τῶν μαρτύρων: ὅτι δ᾽ οὐκ οἰομένου τούτου δεῖν ἐμμένειν, δικαίως καὶ ἀναγκαίως ἔλαχον τὴν δίκην, τοῦτ᾽ ἤδη δείξω. ἐγὼ γὰρ οὐχ οὕτω δήπου σκαιός εἰμ᾽ ἄνθρωπος οὐδ᾽ ἀλόγιστος, ὥστε τῶν μὲν πατρῴων, ἃ πάντ᾽ ἐμὰ ἐγίγνετο, ἐπειδήπερ ἐποιήσατο τούτους ὁ πατήρ, συγκεχωρηκέναι τὸ τρίτον νείμασθαι μέρος καὶ στέργειν ἐπὶ τούτῳ, περὶ δ᾽ ὀνόματος ζυγομαχεῖν, εἰ μὴ τὸ μὲν ἡμᾶς μεταθέσθαι μεγάλην ἀτιμίαν ἔφερε καὶ ἀνανδρίαν, τὸ δὲ ταὐτὸν ἔχειν τοῦτον ἡμῖν ὄνομα διὰ πόλλ᾽ ἀδύνατον ἦν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.