This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[17]
πῶς οὖν ἄλλως πρὸς τῶν θεῶν καὶ δαιμόνων, ὦ ἄνδρες δικασταί, ἐπιδεικνύειν ὑμῖν δεῖ Φαίνιππον ἔνοχον ὄντα τοῖς ἀνεγνωσμένοις ἢ ὅνπερ τρόπον ἐγὼ νῦν ἐπιδεικνύω; ἀλλ᾽ ὅμως ἐμὲ ἀντεγράψατο Φαίνιππος μὴ δικαίως ἀποφαίνειν τὴν οὐσίαν: οὕτω τὸ πρὸς ὑμᾶς ψεύδεσθαι τοῖς τοιούτοις ῥᾴδιόν ἐστιν: καὶ κατηγορεῖ τοῦ ὅρκου ὃν ὤμοσα πρὸ τῆς ἀποφάσεως, λέγων ὅτι πλὴν τῶν ἐν τοῖς ἔργοις ὑπεσχόμην ἀποφαίνειν τὴν ἄλλην οὐσίαν, ὥσπερ τὸ κατὰ τοὺς νόμους ὀμνύειν, τοῦτ᾽ ἄξιον κατηγορίας ὄν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.