previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πρῶτον μέν, ἄνδρες Ἀθηναῖοι, οὐ πάνυ μοι δοκεῖ τις ἂν εἰκότως περὶ ὑμῶν δεῖσαι, μὴ παρὰ τὸ τῶν συμβουλευόντων οὐκ ἐθέλειν ἀκούειν χεῖρον βουλεύσησθε. πρῶτον μὲν γὰρ τύχη, καλῶς ποιοῦσα, πολλὰ τῶν πραγμάτων ὑμῖν αὐτόματα, ὡς ἂν εὔξαισθε, παρίστησιν, ἐπεὶ τῇ γε τῶν προεστηκότων προνοίᾳ βραχέ᾽ αὐτῶν εἶχεν ἂν καλῶς. ἔπειθ᾽ ὑμεῖς οὐ μόνον τοὺς λόγους οὓς ἂν ἕκαστος εἴποι πρόϊστε, ἀλλὰ καὶ ὧν ἕνεκ᾽ αὐτῶν ἕκαστος δημηγορεῖ, εἰ δὲ μὴ φιλαπέχθημον ἦν, εἶπον ἂν καὶ πόσου. [2] τὸν δὴ τοῦ φενακίζεσθαι χρόνον ὡς εἰς μικρότατον συνάγοντες σωφρονεῖν ἔμοιγε δοκεῖτε. εἰ μὲν δή τι τῶν αὐτῶν ἔμελλον τοῖς ἄλλοις ἐρεῖν, οὐκ ἂν ᾤμην δεῖν λέγων ἐνοχλεῖν. νῦν δὲ συμφέροντα μὲν ὑμῖν ἀκοῦσαι, παντάπασι δ᾽ ἀφεστηκότα τῶν ὑπὸ τῶν πολλῶν προσδοκωμένων οἴομαι λόγον ἐρεῖν. βραχὺς δ᾽ ἔσται. σκέψασθε δ᾽ ἀκούσαντες, κἂν ὑμῖν ἀρέσκῃ, χρήσασθε.

load focus English (Norman W. DeWitt, Norman J. DeWitt)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: