Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Δικαιόπολις
ὥρα 'στὶν ἤδη καρτερὰν ψυχὴν λαβεῖν,
καί μοι βαδιστέ᾽ ἐστὶν ὡς Εὐριπίδην.
395παῖ παῖ. Κηφισόφων
τίς οὗτος, Δικαιόπολις
ἔνδον ἔστ᾽ Εὐριπίδης; Κηφισόφων
οὐκ ἔνδον ἔνδον ἐστίν, εἰ γνώμην ἔχεις. Δικαιόπολις
πῶς ἔνδον εἶτ᾽ οὐκ ἔνδον; Κηφισόφων
ὀρθῶς ὦ γέρον.
ὁ νοῦς μὲν ἔξω ξυλλέγων ἐπύλλια
οὐκ ἔνδον, αὐτὸς δ᾽ ἔνδον ἀναβάδην ποιεῖ
400τραγῳδίαν. Δικαιόπολις
ὦ τρισμακάρι᾽ Εὐριπίδη,
ὅθ᾽ ὁ δοῦλος οὑτωσὶ σαφῶς ἀπεκρίνατο.
ἐκκάλεσον αὐτόν. Κηφισόφων
ἀλλ᾽ ἀδύνατον. Δικαιόπολις
ἀλλ᾽ ὅμως:
οὐ γὰρ ἂν ἀπέλθοιμ᾽, ἀλλὰ κόψω τὴν θύραν.
Εὐριπίδη, Εὐριπίδιον,
405ὑπάκουσον, εἴπερ τώποτ᾽ ἀνθρώπων τινί:
Δικαιόπολις καλεῖ σε Χολλῄδης, ἐγώ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.