This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὑμᾶς μὲν οὖν ἐπαινῶ καὶ διαφερόντως ἀγαπῶ, ὅτι τῷ βίῳ μᾶλλον τῷ τῶν κρινομένων πιστεύετε, ἢ ταῖς παρὰ τῶν ἐχθρῶν αἰτίαις: αὐτὸς δ᾽ οὐκ ἂν ἀποσταίην τῆς πρὸς ταῦτ᾽ ἀπολογίας. εἰ γάρ τις ἢ τῶν ἔξωθεν περιεστηκότων πέπεισται, σχεδὸν δ᾽ οἱ πλεῖστοι τῶν πολιτῶν πάρεισιν, ἢ τῶν δικαζόντων ὑμῶν, ὡς ἐγὼ τοιοῦτόν τι διαπέπραγμαι, μὴ μόνον εἰς ἐλεύθερον σῶμα, ἀλλὰ καὶ εἰς τὸ τυχόν, ἀβίωτον εἶναί μοι τὸν λοιπὸν βίον νομίζω: κἂν μὴ προϊούσης τῆς ἀπολογίας ἐξελέγξω καὶ τὴν αἰτίαν οὖσαν ψευδῆ, καὶ τὸν τολμήσαντ᾽ εἰπεῖν ἀνόσιον καὶ συκοφάντην, κἂν τἆλλα πάντα μηδὲν ἀδικῶν φαίνωμαι, θανάτου τιμῶμαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.