Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐμοὶ δέ, ὦ ἄνδρες, ἐκ τῆς Φιλοδήμου θυγατρὸς καὶ Φίλωνος ἀδελφῆς καὶ Ἐπικράτους τρεῖς παῖδές εἰσι, μία μὲν θυγάτηρ, δύο δὲ υἱεῖς: οὓς ἐγὼ δεῦρο ἥκω μετὰ τῶν ἄλλων κομίζων, ἑνὸς ἐρωτήματος ἕνεκα καὶ τεκμηρίου πρὸς τοὺς δικαστάς, ὃ νῦν δὴ ἐρήσομαι. ἐρωτῶ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ δοκῶ ἂν ὑμῖν πρὸς τῇ πατρίδι καὶ τῇ τῶν φίλων συνηθείᾳ καὶ ἱερῶν καὶ τάφων πατρῴων μετουσίᾳ τουτουσὶ τοὺς πάντων ἀνθρώπων ἐμοὶ φιλτάτους προδοῦναι Φιλίππῳ, καὶ περὶ πλείονος τὴν ἐκείνου φιλίαν τῆς τούτων σωτηρίας ποιήσασθαι. ποίᾳ κρατηθεὶς ἡδονῇ; ἢ τί πώποτε ἄσχημον ἕνεκα χρημάτων πράξας; οὐ γὰρ ἡ Μακεδονία κακοὺς ἢ χρηστοὺς ποιεῖ, ἀλλ᾽ ἡ φύσις: οὐδ᾽ ἐσμὲν ἕτεροί τινες ἥκοντες ἀπὸ τῆς πρεσβείας, ἀλλ᾽ οἵους ὑμεῖς ἐξεπέμψατε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.