This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οὐκοῦν τὰ μὲν ψηφίσματα, ὡς ἐξ ἀρχῆς ἐγράφη, μένει, οἱ δὲ τῶν συκοφαντῶν λόγοι πρὸς τοὺς ἐφ᾽ ἡμέραν καιροὺς λέγονται. ποιεῖ δέ μου τὴν δημηγορίαν ὁ μὲν κατήγορος διαιρετήν, τὸ ψήφισμα δὲ καὶ τἀληθὲς μίαν: λόγον γὰρ μὴ προτιθέντων1 εἰς τὴν ὑστέραν ἐκκλησίαν τῶν προέδρων,2 οὐκ εἰπεῖν. τί δ᾽ ἂν καὶ βουλόμενος, εἴπερ ταὐτὰ Φιλοκράτει προειλόμην, κατηγόρουν μὲν πρὸς τοὺς αὐτοὺς ἀκροατὰς τῇ προτεραίᾳ, μίαν δὲ νύκτα διαλιπὼν συνηγόρουν; πότερα ὡς αὐτὸς εὐδοξήσων, ἢ ὡς ἐκεῖνον ὠφελήσων; ἀλλ᾽ οὐκ ἐνῆν οὐδέτερα3 ἐξενέγκασθαι, ἀλλ᾽ ὑπὸ πάντων μὲν μισεῖσθαι, περαίνειν δὲ μηδέν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.