This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[8] πρὸς δὲ τὸ μήτε δικαίως μήτε ἀδίκως ἀποκτείνειν ἀποκέκριται: οὐ γὰρ ὑπὸ τῶν πληγῶν ἀλλ᾽ ὑπὸ τοῦ ἰατροῦ ὁ ἀνὴρ ἀπέθανεν, ὡς οἱ μάρτυρες μαρτυροῦσιν. ἔστι δὲ καὶ ἡ τύχη τοῦ ἄρξαντος καὶ οὐ τοῦ ἀμυνομένου. ὁ μὲν γὰρ ἀκουσίως πάντα δράσας καὶ παθὼν ἀλλοτρίᾳ τύχῃ κέχρηται: ὁ δὲ ἑκουσίως πάντα πράξας, ἐκ τῶν αὑτοῦ ἔργων τὴν1 τύχην προσαγόμενος,2 τῇ αὑτοῦ ἀτυχίᾳ ἥμαρτεν.