This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[12]
οὐκ ἀλλὰ τοῖς ἐπ᾽ ἀρετῇ φιλοτιμουμένοις οὕτως ἐπῇδον. σχεδόν τι λέγεις τοιαῦτα χρῆναι ἑκάστῳ ἐπᾴδειν, οἷα μὴ νομιεῖ ἀκούων τὸν ἐπαινοῦντα καταγελῶντα λέγειν; οὕτω μὲν γὰρ ἐχθίων τ᾽ ἂν εἴη καὶ ἀπελαύνοι τοὺς ἀνθρώπους ἀφ᾽ ἑαυτοῦ, εἰ τὸν εἰδότα ὅτι μικρός τε καὶ αἰσχρὸς καὶ ἀσθενής ἐστιν ἐπαινοίη λέγων ὅτι καλός τε καὶ μέγας καὶ ἰσχυρός ἐστιν. ἄλλας δέ τινας οἶσθα ἐπῳδάς;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.