This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[128]
οὐ μόνον τοίνυν ἡ πόλις
ὑμῶν οὕτως ἔσχε πρὸς τοὺς προδιδόντας ἀλλὰ καὶ Λακεδαιμόνιοι. Καὶ μή μοι
ἀχθεσθῆτε, ὦ ἄνδρες, εἰ πολλάκις μέμνημαι τῶν ἀνδρῶν τούτων: καλὸν γάρ
ἐστ᾽ ἐκ1
πόλεως εὐνομουμένης περὶ τῶν δικαίων παραδείγματα λαμβάνειν, ἵν᾽
ἀσφαλέστερον2 ἕκαστος ὑμῶν τὴν δικαίαν καὶ τὴν εὔορκον ψῆφον
θῆται.3 Παυσανίαν γὰρ τὸν βασιλέα αὐτῶν προδιδόντα τῷ
Πέρσῃ τὴν Ἑλλάδα λαβόντες, ἐπειδὴ ἔφθασε καταφυγὼν εἰς τὸ τῆς Χαλκιοίκου
ἱερόν, τὴν θύραν ἀποικοδομήσαντες,4 καὶ τὴν ὀροφὴν ἀποσκευάσαντες, καὶ
κύκλῳ περιστρατοπεδεύσαντες, οὐ πρότερον ἀπῆλθον πρὶν ἢ τῷ λιμῷ
ἀπέκτειναν,
1 ἐστ᾽ ἐκ Blass: ἐστιν ἐκ Ν: ἐστι cett.
2 ἵν᾽ ἀσφαλέστερον Blass: ἀσφαλέστερον γὰρ codd.
4 ἀποικοδομήσαντες Duker: ἀνοικοδομήσαντες codd.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.