This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[141]
εἰ καὶ περὶ οὐδενὸς ἄλλου
νόμιμόν ἐστι παῖδας καὶ γυναῖκας παρακαθισαμένους ἑαυτοῖς τοὺς δικαστὰς
δικάζειν, ἀλλ᾽ οὖν γε περὶ προδοσίας κρίνοντας οὕτως ὅσιον εἶναι τοῦτο
πράττειν, ὅπως ὁπόσοι τοῦ κινδύνου μετεῖχον ἐν ὀφθαλμοῖς ὄντες, καὶ
ὁρώμενοι καὶ ἀναμιμνῄσκοντες ὅτι τοῦ κοινοῦ παρὰ πᾶσιν ἐλέου οὐκ
ἠξιώθησαν, πικροτέρας τὰς γνώσεις κατὰ τοῦ ἀδικοῦντος παρεσκεύαζον.1 ἐπειδὴ δ᾽ οὐ νόμιμον οὐδ᾽ εἰθισμένον
ἐστίν, ἀλλ᾽ ἀναγκαῖον ὑμᾶς ὑπὲρ ἐκείνων δικάζειν, τιμωρησάμενοι γοῦν2 Λεωκράτη καὶ ἀποκτείναντες αὐτὸν
ἀπαγγείλατε τοῖς ὑμετέροις αὐτῶν παισὶ καὶ γυναιξὶν ὅτι ὑποχείριον λαβόντες
τὸν προδότην αὐτῶν ἐτιμωρήσασθε.
1 παρεσκεύαζον Es: παρασκευάζωσιν NA corr.: παρασκευάζουσι A pr.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.