This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[143]
καὶ αὐτίκα μάλ᾽ ὑμᾶς ἀξιώσει
ἀκούειν αὐτοῦ ἀπολογουμένου κατὰ τοὺς νόμους: ὑμεῖς δ᾽ ἐρωτᾶτε αὐτὸν
ποίους; οὓς ἐγκαταλιπὼν ᾤχετο. καὶ ἐᾶσαι1 αὐτὸν οἰκεῖν ἐν τοῖς τείχεσι τῆς πατρίδος: ποίοις; ἃ
μόνος2 τῶν
πολιτῶν3 οὐ συνδιεφύλαξε. καὶ
ἐπικαλεῖται τοὺς θεοὺς σώσοντας αὐτὸν ἐκ τῶν κινδύνων: τίνας; οὐχ ὧν τοὺς
νεὼς καὶ τὰ ἕδη καὶ τὰ τεμένη προὔδωκε; καὶ δεήσεται καὶ ἱκετεύσει
ἐλεῆσαι αὐτόν: τίνων; οὐχ οἷς τὸν αὐτὸν ἔρανον4 εἰς τὴν σωτηρίαν
εἰσενεγκεῖν οὐκ ἐτόλμησε; Ῥοδίους ἱκετευέτω: τὴν γὰρ ἀσφάλειαν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.