This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[26]
καὶ οἱ μὲν πατέρες ὑμῶν
†τὴν Ἀθηνᾶν ὡς τὴν χώραν εἰληχυῖα†1 ὁμώνυμον
αὐτῇ τὴν πατρίδα προσηγόρευον Ἀθήνας, ἵν᾽ οἱ τιμῶντες τὴν θεὸν
τὴν ὁμώνυμον αὐτῇ2 πόλιν μὴ ἐγκαταλίπωσι: Λεωκράτης δ᾽ οὔτε νομίμων
οὔτε πατρίδος3 οὔθ᾽
ἱερῶν φροντίσας τὸ καθ᾽ ἑαυτὸν ἐξαγώγιμον ὑμῖν καὶ τὴν παρὰ τῶν θεῶν
βοήθειαν ἐποίησε. καὶ οὐκ ἐξήρκεσεν αὐτῷ τοσαῦτα καὶ τηλικαῦτα τὴν πόλιν
ἀδικῆσαι, ἀλλ᾽ οἰκῶν ἐν Μεγάροις, οἷς παρ᾽ ὑμῶν ἐξεκομίσατο χρήμασιν
ἀφορμῇ χρώμενος, ἐκ τῆς Ἠπείρου παρὰ Κλεοπάτρας εἰς Λευκάδα ἐσιτήγει καὶ
ἐκεῖθεν εἰς Κόρινθον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.