This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[752ξ]
μὴ πάνυ σοφῷ, τὸ μὴ ῥᾳδίως γε αὐτοὺς μηδένας προσδέξεσθαι κατ᾽ ἀρχάς, εἰ δὲ μείναιμέν πως τοσοῦτον χρόνον ἕως οἱ γευσάμενοι παῖδες τῶν νόμων καὶ συντραφέντες ἱκανῶς συνήθεις τε αὐτοῖς γενόμενοι τῶν ἀρχαιρεσιῶν τῇ πόλει πάσῃ κοινωνήσειαν: γενομένου γε μὴν οὗ λέγομεν, εἴπερ τινὶ τρόπῳ καὶ μηχανῇ γίγνοιτο ὀρθῶς, πολλὴν ἔγωγε ἀσφάλειαν οἶμαι καὶ μετὰ τὸν τότε παρόντα χρόνον ἂν γενέσθαι τοῦ μεῖναι τὴν παιδαγωγηθεῖσαν οὕτω πόλιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.