Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[853δ]
δὴ φοβεῖσθαι μή τις ἐγγίγνηται τῶν πολιτῶν ἡμῖν οἷον κερασβόλος, ὃς ἀτεράμων εἰς τοσοῦτον φύσει γίγνοιτ᾽ ἂν ὥστε μὴ τήκεσθαι: καθάπερ ἐκεῖνα τὰ σπέρματα πυρί, νόμοις οὗτοι καίπερ οὕτως ἰσχυροῖς οὖσιν ἄτηκτοι γίγνωνται. ὧν δὴ χάριν οὐκ ἐπίχαριν λέγοιμ᾽ ἂν πρῶτον νόμον ἱερῶν περὶ συλήσεων, ἄν τις τοῦτο δρᾶν τολμᾷ. καὶ πολίτην μὲν τῶν τεθραμμένων ὀρθῶς οὔτ᾽ ἂν βουλοίμεθα οὔτε ἐλπιστὸν πάνυ τι νοσῆσαί ποτε ἂν ταύτην τὴν νόσον, οἰκέται δὲ ἂν τούτων καὶ ξένοι καὶ ξένων δοῦλοι πολλὰ ἂν ἐπιχειρήσειαν τοιαῦτα: ὧν ἕνεκα μὲν μάλιστα, ὅμως δὲ καὶ σύμπασαν τὴν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.