This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[800α]
ἂν οὐδ᾽ ἐκεῖνοι παντάπασί γ᾽ ἂν ἀφεστῶτες εἶεν τοῦ νῦν λεγομένου, καθ᾽ ὕπνον δὲ οἷόν πού τις ἢ καὶ ὕπαρ ἐγρηγορὼς ὠνείρωξεν μαντευόμενος αὐτό—τὸ δ᾽ οὖν δόγμα περὶ αὐτοῦ τοῦτ᾽ ἔστω: παρὰ τὰ δημόσια μέλη τε καὶ ἱερὰ καὶ τὴν τῶν νέων σύμπασαν χορείαν μηδεὶς μᾶλλον ἢ παρ᾽ ὁντινοῦν ἄλλον τῶν νόμων φθεγγέσθω μηδ᾽ ἐν ὀρχήσει κινείσθω. καὶ ὁ μὲν τοιοῦτος ἀζήμιος ἀπαλλαττέσθω, τὸν δὲ μὴ πειθόμενον, καθάπερ ἐρρήθη νυνδή, νομοφύλακές τε
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.