previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τρίτην δ᾽ αἰτίαν φέρουσι τῆς ἀμφισβητήσεως τῶν ζῴων τὴν χρείαν, ἣν ἕκαστον αὐτῶν προσφέρεται πρὸς τὴν ὠφέλειαν τοῦ κοινοῦ βίου καὶ τῶν ἀνθρώπων. [2] τὴν μὲν γὰρ θήλειαν βοῦν ἐργάτας τίκτειν καὶ τὴν ἐλαφρὰν τῆς γῆς ἀροῦν, τὰ δὲ πρόβατα δὶς μὲν τίκτειν καὶ τοῖς ἐρίοις τὴν σκέπην ἅμα καὶ τὴν εὐσχημοσύνην περιποιεῖν, τῷ δὲ γάλακτι καὶ τῷ τυρῷ τροφὰς παρέχεσθαι προσηνεῖς ἅμα καὶ δαψιλεῖς. τὸν δὲ κύνα πρός τε τὰς θήρας εἶναι χρήσιμον καὶ πρὸς τὴν φυλακήν: διόπερ τὸν θεὸν τὸν παρ᾽ αὐτοῖς καλούμενον [p. 146] Ἄνουβιν παρεισάγουσι κυνὸς ἔχοντα κεφαλήν, ἐμφαίνοντες ὅτι σωματοφύλαξ ἦν τῶν περὶ τὸν Ὄσιριν καὶ τὴν Ἶσιν. [3] ἔνιοι δέ φασι τῆς Ἴσιδος προηγουμένους τοὺς κύνας καθ᾽ ὃν καιρὸν ἐζήτει τὸν Ὄσιριν, τά τε θηρία καὶ τοὺς ἀπαντῶντας ἀπείργειν, ἔτι δ᾽ εὐνοϊκῶς διακειμένους συζητεῖν ὠρυομένους: διὸ καὶ τοῖς Ἰσείοις προπορεύεσθαι τοὺς κύνας κατὰ τὴν πομπήν, τῶν καταδειξάντων τοῦτο τὸ νόμιμον σημαινόντων τὴν παλαιὰν τοῦ ζῴου χάριν. [4] καὶ τὸν μὲν αἴλουρον πρός τε τὰς ἀσπίδας θανάσιμα δακνούσας εὔθετον ὑπάρχειν καὶ τἄλλα δάκετα τῶν ἑρπετῶν, τὸν δ᾽ ἰχνεύμονα τῶν κροκοδείλων παρατηροῦντα τοὺς γόνους τὰ καταληφθέντα τῶν ᾠῶν συντρίβειν, καὶ ταῦτ᾽ ἐπιμελῶς καὶ φιλοτίμως ἐνεργεῖν μηδὲν ὠφελούμενον. [5] τοῦτο δ᾽ εἰ μὴ συνέβαινε γίνεσθαι, διὰ τὸ πλῆθος τῶν γεννωμένων θηρίων ἄβατον ἂν γενέσθαι τὸν ποταμόν. ἀπόλλυσθαι δὲ καὶ τοὺς κροκοδείλους αὐτοὺς ὑπὸ τοῦ προειρημένου ζῴου παραδόξως καὶ παντελῶς ἀπιστουμένῃ μεθόδῳ: τοὺς γὰρ ἰχνεύμονας κυλιομένους ἐν τῷ πηλῷ χασκόντων αὐτῶν καθ᾽ ὃν ἂν χρόνον ἐπὶ τῆς χέρσου καθεύδωσιν εἰσπηδᾶν διὰ τοῦ στόματος εἰς μέσον τὸ σῶμα: ἔπειτα συντόμως τὴν κοιλίαν διαφαγόντας αὐτοὺς μὲν ἀκινδύνως ἐξιέναι, τοὺς δὲ τοῦτο παθόντας νεκροὺς ποιεῖν παραχρῆμα. [6] τῶν δ᾽ ὀρνέων τὴν μὲν ἶβιν χρησίμην ὑπάρχειν πρός τε τοὺς ὄφεις καὶ τὰς ἀκρίδας καὶ τὰς κάμπας, τὸν δ᾽ [p. 147] ἱέρακα πρὸς τοὺς σκορπίους καὶ κεράστας καὶ τὰ μικρὰ τῶν δακέτων θηρίων τὰ μάλιστα τοὺς ἀνθρώπους ἀναιροῦντα. [7] ἔνιοι δὲ λέγουσι τιμᾶσθαι τὸ ζῷον τοῦτο διὰ τὸ τοὺς μάντεις οἰωνοῖς τοῖς ἱέραξι χρωμένους προλέγειν τὰ μέλλοντα τοῖς Αἰγυπτίοις. [8] τινὲς δέ φασιν ἐν τοῖς ἀρχαίοις χρόνοις ἱέρακα βιβλίον ἐνεγκεῖν εἰς Θήβας τοῖς ἱερεῦσι φοινικῷ ῥάμματι περιειλημένον, ἔχον γεγραμμένας τὰς τῶν θεῶν θεραπείας τε καὶ τιμάς: διὸ καὶ τοὺς ἱερογραμματεῖς φορεῖν φοινικοῦν ῥάμμα καὶ πτερὸν ἱέρακος ἐπὶ τῆς κεφαλῆς. [9] τὸν δ᾽ ἀετὸν Θηβαῖοι τιμῶσι διὰ τὸ βασιλικὸν εἶναι δοκεῖν τοῦτο τὸ ζῷον καὶ τοῦ Διὸς ἄξιον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: