previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ῥητέον δ᾽ ἡμῖν καὶ περὶ τῶν γενομένων νομοθετῶν κατ᾽ Αἴγυπτον τῶν οὕτως ἐξηλλαγμένα καὶ παράδοξα νόμιμα καταδειξάντων. μετὰ γὰρ τὴν παλαιὰν τοῦ κατ᾽ Αἴγυπτον βίου κατάστασιν, τὴν μυθολογουμένην γεγονέναι ἐπί τε τῶν θεῶν καὶ τῶν ἡρώων, πεῖσαί φασι πρῶτον ἐγγράπτοις νόμοις χρήσασθαι τὰ πλήθη τὸν Μνεύην, ἄνδρα καὶ τῇ ψυχῇ [p. 158] μέγαν καὶ τῷ βίῳ κοινότατον τῶν μνημονευομένων. προσποιηθῆναι δ᾽ αὐτῷ τὸν Ἑρμῆν δεδωκέναι τούτους, ὡς μεγάλων ἀγαθῶν αἰτίους ἐσομένους, καθάπερ παρ᾽ Ἕλλησι ποιῆσαί φασιν ἐν μὲν τῇ Κρήτῃ Μίνωα, παρὰ δὲ Λακεδαιμονίοις Λυκοῦργον, τὸν μὲν παρὰ Διός, τὸν δὲ παρ᾽ Ἀπόλλωνος φήσαντα τούτους παρειληφέναι. [2] καὶ παρ᾽ ἑτέροις δὲ πλείοσιν ἔθνεσι παραδέδοται τοῦτο τὸ γένος τῆς ἐπινοίας ὑπάρξαι καὶ πολλῶν ἀγαθῶν αἴτιον γενέσθαι τοῖς πεισθεῖσι: παρὰ μὲν γὰρ τοῖς Ἀριανοῖς Ζαθραύστην ἱστοροῦσι τὸν ἀγαθὸν δαίμονα προσποιήσασθαι τοὺς νόμους αὐτῷ διδόναι, παρὰ δὲ τοῖς ὀνομαζομένοις Γέταις τοῖς ἀπαθανατίζουσι Ζάλμοξιν ὡσαύτως τὴν κοινὴν Ἑστίαν, παρὰ δὲ τοῖς Ἰουδαίοις Μωυσῆν τὸν Ἰαὼ ἐπικαλούμενον θεόν, εἴτε θαυμαστὴν καὶ θείαν ὅλως ἔννοιαν εἶναι κρίναντας τὴν μέλλουσαν ὠφελήσειν ἀνθρώπων πλῆθος, εἴτε καὶ πρὸς τὴν ὑπεροχὴν καὶ δύναμιν τῶν εὑρεῖν λεγομένων τοὺς νόμους ἀποβλέψαντα τὸν ὄχλον μᾶλλον ὑπακούσεσθαι διαλαβόντας. [3] δεύτερον δὲ νομοθέτην Αἰγύπτιοί φασι γενέσθαι Σάσυχιν, ἄνδρα συνέσει διαφέροντα. τοῦτον δὲ πρὸς τοῖς ὑπάρχουσι νόμοις ἄλλα τε προσθεῖναι καὶ τὰ περὶ τὴν τῶν θεῶν τιμὴν ἐπιμελέστατα διατάξαι, εὑρετὴν δὲ καὶ γεωμετρίας γενέσθαι καὶ τὴν περὶ τῶν ἄστρων θεωρίαν τε καὶ παρατήρησιν διδάξαι τοὺς ἐγχωρίους. [4] τρίτον δὲ λέγουσι Σεσόωσιν τὸν βασιλέα μὴ μόνον [p. 159] τὰς πολεμικὰς πράξεις ἐπιφανεστάτας κατεργάσασθαι τῶν κατ᾽ Αἴγυπτον, ἀλλὰ καὶ περὶ τὸ μάχιμον ἔθνος νομοθεσίαν συστήσασθαι, καὶ τὰ ἀκόλουθα τὰ περὶ τὴν στρατείαν σύμπαντα διακοσμῆσαι. [5] τέταρτον δὲ νομοθέτην φασὶ γενέσθαι Βόκχοριν τὸν βασιλέα, σοφόν τινα καὶ πανουργίᾳ διαφέροντα. τοῦτον οὖν διατάξαι τὰ περὶ τοὺς βασιλεῖς ἅπαντα καὶ τὰ περὶ τῶν συμβολαίων ἐξακριβῶσαι: γενέσθαι δ᾽ αὐτὸν καὶ περὶ τὰς κρίσεις οὕτω συνετὸν ὥστε πολλὰ τῶν ὑπ᾽ αὐτοῦ διαγνωσθέντων διὰ τὴν περιττότητα μνημονεύεσθαι μέχρι τῶν καθ᾽ ἡμᾶς χρόνων. λέγουσι δ᾽ αὐτὸν ὑπάρξαι τῷ μὲν σώματι παντελῶς ἀσθενῆ, τῷ δὲ τρόπῳ πάντων φιλοχρηματώτατον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: