previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

109. τῶν δ᾽ Ὀλυμπίων ἐγγὺς ὄντων ἀπέστειλεν εἰς τὸν ἀγῶνα τέθριππα πλείω, διαφέροντα πολὺ τῶν ἄλλων τοῖς τάχεσι, καὶ σκηνὰς εἰς τὴν πανήγυριν διαχρύσους καὶ πολυτελέσι ποικίλοις ἱματίοις κεκοσμημένας. ἔπεμψε δὲ καὶ ῥαψῳδοὺς τοὺς κρατίστους, ὅπως ἐν τῇ πανηγύρει τὰ ποιήματα αὐτοῦ προφερόμενοι ποιήσωσιν ἔνδοξον τὸν Διονύσιον: σφόδρα γὰρ εἰς τὴν ποιητικὴν ὑπῆρχε μεμηνώς. [2] τούτων δ᾽ ἐπιμελητὴν συνεξέπεμψε Θεαρίδην τὸν ἀδελφόν: ὃς ἐπεὶ παρεγένετο εἰς τὴν πανήγυριν, ἐπὶ μὲν τῷ κάλλει τῶν σκηνῶν καὶ τῷ πλήθει τῶν τεθρίππων ἦν περίβλεπτος: ὡς δ᾽ ἐπεβάλονθ᾽ οἱ ῥαψῳδοὶ προφέρεσθαι τοῦ Διονυσίου τὰ ποιήματα, κατ᾽ ἀρχὰς μὲν διὰ τὴν εὐφωνίαν τῶν ὑποκριτῶν συνέδραμε τὰ πλήθη καὶ πάντες ἐθαύμαζον: μετὰ δὲ ταῦτα ἀναθεωροῦντες τὴν κακίαν τῶν ποιημάτων, διεγέλων τὸν Διονύσιον καὶ κατεγίνωσκον ἐπὶ τοσοῦτον, ὥστε τινὰς τολμῆσαι διαρπάζειν τὰς σκηνάς. [3] καὶ γὰρ Λυσίας ῥήτωρ τότε διατρίβων ἐν Ὀλυμπίᾳ προετρέπετο τὰ πλήθη μὴ προσδέχεσθαι τοῖς ἱεροῖς ἀγῶσι τοὺς ἐξ ἀσεβεστάτης τυραννίδος ἀπεσταλμένους θεωρούς: ὅτε καὶ τὸν Ὀλυμπιακὸν λόγον ἐπιγραφόμενον ἀνέγνω. [4] τοῦ δ᾽ ἀγῶνος συντελουμένου συνέβη κατὰ τύχην τῶν Διονυσίου τεθρίππων τὰ μὲν ἐκπεσεῖν ἐκ τοῦ δρόμου, τὰ δ᾽ ἀλλήλοις ἐμπεσόντα συντριβῆναι, παραπλησίως δὲ καὶ τὴν παρακομίζουσαν ναῦν τοὺς θεωροὺς ἀπὸ τῶν ἀγώνων ἀναχθεῖσαν εἰς τὴν Σικελίαν ἐκπεσεῖν τῆς Ἰταλίας εἰς Τάραντα διά τινας χειμῶνας. [5] διὸ καί φασι σωθέντας τοὺς ναύτας εἰς Συρακούσας διαγγέλλειν κατὰ τὴν πόλιν, ὅτι διὰ τὴν κακίαν τῶν ποιημάτων οὐ μόνον οἱ ῥαψῳδοῦντες, ἀλλὰ σὺν τούτοις τά τε τέθριππα καὶ ναῦς ἐξέπεσον. [6] δὲ Διονύσιος πυθόμενος τὸν τῶν ποιημάτων διασυρμόν, καὶ τῶν κολάκων λεγόντων ὅτι πᾶσι τοῖς καλῶς πραττομένοις φθονοῦντες ἐξ ὑστέρου θαυμάζουσιν, οὐκ ἀφίστατο τῆς περὶ τὴν ποίησιν σπουδῆς. [7]

Ῥωμαῖοι δὲ πρὸς Οὐολσινίτας περὶ Γουράσιον παραταξάμενοι πολλοὺς τῶν πολεμίων ἀνεῖλον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (10 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: