previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

43. διόπερ τοσούτων ὅπλων καὶ νεῶν κατασκευαζομένων ἐν ἑνὶ τόπῳ, τὸ γινόμενον πολλὴν παρεῖχε τοῖς θεωμένοις κατάπληξιν: ὅτε μὲν γάρ τις ἴδοι τὴν περὶ τὰς ναῦς σπουδήν, ἐνόμιζε περὶ ταύτας ἅπαντας πραγματεύεσθαι τοὺς Σικελιώτας: ὅτε δὲ πάλιν τοῖς τῶν ὁπλοποιῶν καὶ μηχανοποιῶν ἔργοις συμπαραγενηθείη, περὶ τούτους μόνους ἐνόμιζεν ἅπασαν εἶναι τὴν τῆς ὑπηρεσίας παρασκευήν. [2] οὐ μὴν ἀλλὰ καὶ τῆς περὶ ταῦτα σπουδῆς ἀνυπερβλήτου γινομένης, κατεσκευάσθησαν ἀσπίδων μὲν τεσσαρεσκαίδεκα μυριάδες, ἐγχειριδίων δὲ καὶ περικεφαλαιῶν παραπλήσιος ἀριθμός: ἡτοιμάσθησαν δὲ καὶ θώρακες, παντοῖοι μὲν ταῖς κατασκευαῖς, περιττῶς δὲ κατὰ τὴν τέχνην εἰργασμένοι, πλείους τῶν μυρίων τετρακισχιλίων. [3] τούτους δὲ διενοεῖτο διαδιδόναι τοῖς ἱππεῦσι καὶ τῶν πεζῶν τοῖς ἐφ᾽ ἡγεμονίας τεταγμένοις, ἔτι δὲ τῶν μισθοφόρων τοῖς σωματοφυλακεῖν μέλλουσιν. κατεσκευάσθησαν δὲ καὶ καταπέλται παντοῖοι καὶ τῶν ἄλλων βελῶν πολύς τις ἀριθμός. [4] τῶν δὲ παρασκευασθεισῶν νεῶν μακρῶν αἱ μὲν ἡμίσεις αὐτῶν εἶχον πολιτικοὺς κυβερνήτας καὶ πρῳρεῖς, ἔτι δὲ τοὺς ταῖς κώπαις χρησομένους, ταῖς δ᾽ ἄλλαις Διονύσιος ξένους ἐμισθώσατο. ἐπεὶ δὲ τὰ περὶ τὰς ναῦς καὶ τὴν ὁπλοποιίαν αὐτῷ συντέλειαν ἐλάμβανε, περὶ τὴν τῶν στρατιωτῶν παρασκευὴν ἐγίνετο: τούτους γὰρ ἔκρινε συμφέρειν μὴ πρὸ πολλοῦ μισθοῦσθαι πρὸς τὸ μὴ πολλὰς γίνεσθαι δαπάνας. [5]

Ἀστυδάμας δ᾽ τραγῳδιογράφος τότε πρῶτον ἐδίδαξεν: ἔζησε δὲ ἔτη ἑξήκοντα.

Ῥωμαῖοι δὲ πολιορκοῦντες τοὺς Βηίους, ἐξελθόντων τῶν ἐκ τῆς πόλεως οἱ μὲν κατεκόπησαν ὑπὸ τῶν Βηίων, οἱ δ᾽ ἐξέφυγον αἰσχρῶς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: