Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[35]
τί φής, ὦ ἱερόσυλε Δᾶμι, θεοὺς μὴ εἶναι μηδὲ προνοεῖν τῶν ἀνθρώπων;
Δάμις
οὔκ: ἀλλὰ σὺ πρότερος ἀπόκριναί μοι ᾧτινι λόγῳ ἐπείσθης εἶναι αὐτούς. Τιμοκλῆς
οὐ μὲν οὖν, ἀλλὰ σύ, ὦ μιαρέ, ἀπόκριναι: Δάμις
οὐ μὲν οὖν, ἀλλὰ σύ. Ζεύς
ταυτὶ μὲν παρὰ πολὺ ὁ ἡμέτερος ἄμεινον καὶ εὐφωνότερον τραχύνεται. εὖ γε, ὦ Τιμόκλεις, ἐπίχει τῶν βλασφημιῶν ἐν γὰρ τούτῳ σοι τὸ κράτος, ὡς τά γε ἄλλα ἰχθύν σε ἀποφανεῖ ἐπιστομίζων. Τιμοκλῆς
ἀλλά, μὰ τὴν Ἀθηνᾶν, οὐκ ἂν ἀποκριναίμην σοι πρότερος. Δάμις
οὐκοῦν, ὦ Τιμόκλεις, ἐρώτα: ἐκράτησας γὰρ [p. 144] τοῦτό γε ὀμωμοκώς: ἀλλ᾽ ἄνευ τῶν βλασφημιῶν, εἰ δοκεῖ. Τιμοκλῆς

This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.