Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[45]
αὐτοῖς. πλὴν ἀλλὰ περὶ πολλοῦ ἂν ἐποιησάμην ἅπασι γνώριμά πως ταῦτα γενέσθαι, διότι
ὑπερπλουτῶ: ἀγχόνη γὰρ ἂν τὸ πρᾶγμα γένοιτο
αὐτοῖς. καίτοι τί τοῦτο; φεῦ τοῦ τάχους.
[p. 376]
πανταχόθεν συνθέουσιν κεκονιμένοι καὶ πνευστιῶντες, οὐκ
οἶδα ὅθεν ὀσφραινόμενοι τοῦ χρυσίου. πότερον
οὖν ἐπὶ τὸν πάγον τοῦτον ἀναβὰς ἀπελαύνω
αὐτοὺς τοῖς λίθοις ἐξ ὑπερδεξίων ἀκροβολιζόμενος,
ἢ τό γε τοσοῦτον παρανομήσομεν εἰσάπαξ αὐτοῖς ὁμιλήσαντες, ὡς πλέον ἀνιῷντο ὑπερορώμενοι;
τοῦτο οἶμαι καὶ ἄμεινον. ὥστε δεχώμεθα ἤδη
αὐτοὺς ὑποστάντες. φέρε ἴδω, τίς ὁ πρῶτος αὐτῶν
οὗτός ἐστι; Γναθωνίδης ὁ κόλαξ, ὁ πρῴην ἔρανον
αἰτήσαντί μοι ὀρέξας τὸν βρόχον, πίθους ὅλους παρ᾽ ἐμοὶ πολλάκις ἐμημεκώς. ἀλλ᾽ εὖ γε ἐποίησεν ἀφικόμενος: οἰμώξεται γὰρ πρὸ τῶν ἄλλων.
Γναθνίδης
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.