previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[28] πηλὸς δὲ καὶ κόνις, ἅπερ σοι γελοιότερα ἐξ ἀρχῆς ἔδοξεν, ἄκουσον, θαυμάσιε, ὅτου ἕνεκα ὑποβέβληται. πρῶτον μέν, ὡς μὴ ἐπὶ τὸ κραταιὸν πτῶσις αὐτοῖς γίγνοιτο, ἀλλ᾽ ἐπὶ τὸ μαλακὸν ἀσφαλῶς πίπτοιεν ἔπειτα καὶ τὸν ὄλισθον ἀνάγκη πλείω γίγνεσθαι, ἱδρούντων ἐν τῷ πηλῷ, σὺ ταῖς ἐγχέλεσιν εἴκαζες, οὐκ ἀχρεῖον οὐδὲ γελοῖον ὄν, ἀλλὰ καὶ τοῦτο εἰς ἰσχὺν καὶ τόνον οὐκ ὀλίγα συντελεῖ, ὁπόταν οὕτως ἐχόντων ἀλλήλων ἀναγκάζωνται ἐγκρατῶς ἀντιλαμβάνεσθαι καὶ συνέχειν διολισθάνοντας: αἴρεσθαί τε ἐν πηλῷ ἱδρωκότα μετ᾽ ἐλαίου, ἐκπεσεῖν καὶ διαρρυῆναι τῶν χειρῶν σπουδάζοντα, μὴ μικρὸν εἶναι νόμιζε. καὶ ταῦτα πάντα, ὥσπερ ἔφην ἔμπροσθεν, εἰς τοὺς πολέμους καὶ χρήσιμα, εἰ δέοι φίλον τρωθέντα ῥᾳδίως ἀράμενον ὑπεξενεγκεῖν καὶ πολέμιον συναρπάσαντα ἥκειν μετέωρον κομίζοντα. καὶ διὰ τοῦτο εἰς ὑπερβολὴν ἀσκοῦμεν, τὰ χαλεπώτερα προτιθέντες ὡς τὰ μικρότερα μακρῷ εὐκολώτερον φέροιεν. [p. 48]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: