previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[43] ἐθέλω δέ σοι καὶ διάλογον διηγήσασθαι τοῦ Γλύκωνος καὶ Σακερδῶτός τινος, Τιανοῦ ἀνθρώπου: ὁποίου τινὸς τὴν σύνεσιν, εἴσῃ ἀπὸ τῶν ἐρωτήσεων. ἀνέγνων δὲ αὐτὸν χρυσοῖς γράμμασιν γεγραμμένον ἐν Τίῳ, ἐν τῇ τοῦ Σακερδῶτος οἰκίᾳ. ‘ εἰπὲ γάρ μοι,’ ἔφη, ‘ δέσποτα Γλύκων, τίς εἶ ;’ ‘ἐγώ,’ δ᾽ ὅς, ‘ Ἀσκληπιὸς νέος.’ ‘ἄλλος παρ᾽ ἐκεῖνον τὸν πρότερον ; πῶς λέγεις;’ ‘οὐ θέμις ἀκοῦσαί σε τοῦτό γε.’ ‘πόσα δὲ ἡμῖν ἔτη παραμενεῖς χρησμῳδῶν;’ ‘ τρίτον πρὸς τοῖς χιλίοις.’ ‘εἶτα ποῖ μεταστήσῃ ; ἐς’ ‘ Βάκτρα καὶ τὴν ἐκεῖ γῆν δεῖ γὰρ ἀπολαῦσαι καὶ τοὺς βαρβάρους τῆς ἐπιδημίας [p. 230] τῆς ἐμῆς.’ ‘ τὰ δ᾽ ἄλλα χρηστήρια, τὸ ἐν Διδύμοις καὶ τὸ ἐν Κλάρῳ καὶ τὸ ἐν Δελφοῖς, ἔχουσι τὸν πατέρα τὸν Ἀπόλλω χρησμῳδοῦντα, ψευδεῖς εἰσιν οἱ νῦν ἐκπίπτοντες ἐκεῖ χρησμοί;’ ‘ μηδὲ τοῦτο ἐθελήσῃς εἰδέναι: οὐ γὰρ θέμις.’ ‘ ἐγὼ δὲ τίς ἔσομαι μετὰ τὸν νῦν βίον;’ ‘ κάμηλος, εἶτα ἵππος, εἶτ᾽ ἀνὴρ σοφὸς καὶ προφήτης οὐ μείων Ἀλεξάνδρου.’ Τοιαῦτα μὲν Γλύκων τῷ Σακερδῶτι διελέχθη. ἐπὶ τέλει δὲ χρησμὸν ἔμμετρον ἐφθέγξατο, εἰδὼς αὐτὸν Λεπίδῳ ἑταῖρον ὄντα Μὴ πείθου Λεπίδῳ, ἐπεὶ λυγρὸς οἶτος ὀπηδεῖ. πάνυ γὰρ ἐδεδίει τὸν Ἐπίκουρον, ὡς προεῖπον, ὥς τινα ἀντίτεχνον καὶ ἀντισοφιστὴν τῆς μαγγανείας αὐτοῦ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: