This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[22]
καὶ οὕτως, ὦ Πολύστρατε, γιγνέσθω: ἀξία γὰρ οὐ τὸ σῶμα μόνον ὥσπερ ἡ Ἑλένη καλὴ
οὖσα,, καλλίω δὲ καὶ ἐρασμιωτέραν ^ ὑπ᾽ αὐτῷ τὴν ψυχὴν σκέπουσα. ἔπρεπε δὲ καὶ βασιλεῖ
τῷ μεγάλῳ χρηστῷ καὶ ἡμέρῳ ὄντι καὶ τοῦτο μετὰ τῶν ἄλλων ἀγαθῶν, ὁπόσα ἐστὶν αὐτῷ,
[p. 294]
εὐδαιμονῆσαι, ὡς ἐπ᾽ αὐτοῦ καὶ φῦναι γυναῖκα τοιαύτην καὶ συνοῦσαν αὐτῷ ποθεῖν αὐτόν οὐ γὰρ μικρὸν τοῦτο εὐδαιμόνημα, γυνὴ περὶ ἧς ἄν τις εὐλόγως τὸ Ὁμηρικὸν ἐκεῖνο εἴποι, χρυσείη μὲν αὐτὴν Ἀφροδίτῃ ἐρίζειν τὸ κάλλος, ἔργα δὲ
αὐτῇ Ἀθηναίῃ ἰσοφαρίζειν. γυναικῶν γὰρ συνόλως
οὐκ ἄν τις παραβληθείη αὐτῇ ‘οὐ δέμας
οὐδὲ φυήν,’ φησὶν Ὅμηρος, ‘ οὔτ᾽ ἂρ φρένα
οὔτε τι ἔργα.’
Πολύστρατος
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.