Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7]
ταῦτα δὲ καὶ τὰ τοιαῦτα ἔλεγεν, τὰ μὲν ἄλλα
ἐπαινοῦσα τοῦ συγγράμματος, ἓν δὲ τοῦτο οὐ
φέρουσα, ὅτι θεαῖς αὐτήν, Ἥρᾳ καὶ Ἀφροδίτῃ, εἴκασας: ‘ὑπὲρ ἐμὲ γάρ,’ φησίν, ‘ μᾶλλον δὲ ὑπὲρ ἅπασαν τὴν ἀνθρωπίνην φύσιν τὰ τοιαῦτα. ἐγὼ δέ σε οὐδ᾽ ἐκεῖνα ἠξίουν, ταῖς ἡρωΐναις
παραθεωρεῖν με Πηνελόπῃ καὶ Ἀρήτῃ καὶ Θεανοῖ,
οὐχ ὅπως θεῶν ταῖς ἀρίσταις. καὶ γὰρ αὖ
καὶ τόδε, πάνυ,’ ἔφη, ‘τὰ πρὸς τοὺς θεοὺς
[p. 304] δεισιδαιμόνως καὶ ψοφοδεῶς ἔχω. δέδια τοίνυν
μὴ κατὰ τὴν Κασσιέπειαν εἶναι δόξω τὸν τοιοῦτον ἔπαινον προσιεμένη: καίτοι Νηρηΐσιν ἐκείνη ἀντεξητάζετο,Ἥραν δὲ καὶ Ἀφροδίτην ἔσεβεν.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.