previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[30] ἀπαγορεύοντος δὲ αὐτοῦ καὶ μηδὲ σῖτον αἱρεῖσθαι θέλοντος, ἀφικνεῖταί ποτε καὶ Δημήτριος, οὐδὲν εἰδὼς τῶν ἤδη γεγενημένων. καὶ ἐπειδὴ ἔμαθεν, ὡς εἶχεν εὐθὺς ἐπὶ τὸ δεσμωτήριον δρομαῖος ἐλθών, τότε μὲν οὐκ εἰσεδέχθη, ἑσπέρα γὰρ ἦν, καὶ δεσμοφύλαξ πάλαι κεκλεικὼς τὴν θύραν ἐκάθευδε, φρουρεῖν τοῖς οἰκέταις παρακελευσάμενος: ἕωθεν δὲ εἰσέρχεται πολλὰ ἱκετεύσας. καὶ παρελθὼν ἐπὶ πολὺ μὲν ἐζήτει τὸν Ἀντίφιλον ἄδηλον ὑπὸ τῶν κακῶν γεγενημένον, καὶ περιιὼν ἀνεσκοπεῖτο καθ᾽ ἕκαστον τῶν δεδεμένων, ὥσπερ εἰώθασιν οἱ τοὺς οἰκείους νεκρούς, ἤδη ἑώλων ὄντων, ἀναζητοῦντες ἐν ταῖς παρατάξεσιν. καὶ εἴ γε μὴ τοὔνομα ἐβόησεν, Ἀντίφιλον Δεινομένους, κἂν ἐπὶ πολὺ ἠγνόησεν ἂν ὅστις ἦν, τοσοῦτον ἤλλακτο ὑπὸ τῶν δεινῶν. ὡς δὲ τὴν φωνὴν αἰσθόμενος ἀνεβόησεν καὶ προσιόντος διαστείλας τὴν κόμην καὶ ἀπάγων τοῦ προσώπου αὐχμηρὰν καὶ συμπεπιλημένην ἔδειξεν αὑτὸν ὅστις ἦν, ἄμφω μὲν αὐτίκα πίπτουσιν ἰλιγγιάσαντες ἐπὶ τῇ ἀπροσδοκήτῳ θέᾳ. χρόνῳ δὲ ἀναλαβὼν αὑτόν τε καὶ τὸν Ἀντίφιλον Δημήτριος καὶ σαφῶς ἕκαστα ὡς εἶχεν ἐκπυθόμενος παρ᾽ αὐτοῦ θαρρεῖν τε παρακελεύεται καὶ διελὼν τὸ τριβώνιον τὸ μὲν ἥμισυ αὐτὸς [p. 154] ἀναβάλλεται, τὸ λοιπὸν δὲ ἐκείνῳ δίδωσιν, εἶχε πιναρὰ καὶ ἐκτετρυχωμένα ῥάκη περισπάσας

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: