previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[61] πέμπτον ἔτι σοι τὸ Ἀβαύχα ἔργον διηγησάμενος παύσομαι. ἧκέν ποτε οὗτος Ἀβαύχας εἰς τὴν Βορυσθενιτῶν πόλιν ἐπαγόμενος καὶ γυναῖκα, ἧς ἤρα μάλιστα, καὶ παιδία δύο: τὸ μὲν ἐπιμαστίδιον ἄρρεν, τὸ δὲ ἕτερον, κόρη, ἑπτέτις ἦν. συναπεδήμει δὲ καὶ ἑταῖρος αὐτοῦ, Γυνδάνης, οὗτος μὲν καὶ νοσῶν ἀπὸ τραύματος ἐτέτρωτο κατὰ τὴν ὁδὸν ὑπὸ λῃστῶν ἐπιπεσόντων σφίσι: διαμαχόμενος γὰρ πρὸς αὐτοὺς ἐλαύνεται εἰς τὸν μηρόν, ὥστε οὐδὲ ἑστάναι ἐδύνατο ὑπὸ τῆς ὀδύνης. νύκτωρ δὲ καθευδόντωνἔτυχον δὲ ἐν ὑπερῴῳ τινὶ οἰκοῦντεςπυρκαϊὰ μεγάλη ἐξανίσταται καὶ πάντα περιεκλείετο καὶ περιεῖχεν φλὸξ ἁπανταχόθεν τὴν οἰκίαν. ἐνταῦθα δὴ ἀνεγρόμενος Ἀβαύχας καταλιπὼν τὰ παιδία κλαυθμυριζόμενα [p. 202] καὶ τὴν γυναῖκα ἐκκρεμαννυμένην ^ ἀποσεισάμενος καὶ σώζειν αὑτὴν παρακελευσάμενος, ἀράμενος τὸν ἑταῖρον κατῆλθεν καὶ ἔφθη διεκπαίσας καθ᾽ μηδέπω τελέως ἀπεκέκαυτο ὑπὸ τοῦ πυρός. γυνὴ δὲ φέρουσα τὸ βρέφος εἵπετο, ἀκολουθεῖν κελεύσασα καὶ τὴν κόρην. δὲ ἡμίφλεκτος ἀφεῖσα τὸ παιδίον ἐκ τῆς ἀγκάλης μόλις διεπήδησε τὴν φλόγα, καὶ παῖς σὺν αὐτῇ, παρὰ μικρὸν ἐλθοῦσα κἀκείνη ἀποθανεῖν. καὶ ἐπεὶ ὠνείδισέν τις ὕστερον τὸν Ἀβαύχαν διότι προδοὺς τὰ τέκνα καὶ τὴν γυναῖκα δὲ Γυνδάνην ἐξεκόμισενἀλλὰ παῖδας μέν,’ ἔφη, ‘καὶ αὖθις ποιήσασθαί μοι ῥᾴδιον, καὶ ἄδηλον εἰ ἀγαθοὶ ἔσονται οὗτοι: φίλον δὲ οὐκ ἂν εὕροιμι ἄλλον ἐν πολλῷ χρόνῳ τοιοῦτον οἷος Γυνδάνης ἐστίν, πεῖράν μοι πολλὴν τῆς εὐνοίας παρεσχημένος.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: