previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[6] βούλει οὖν ἀφέμενος, ἑταῖρε, τῶν βλασφημιῶν τούτων ἀκοῦσαὶ μού τι περὶ ὀρχήσεως λέγοντος καὶ τῶν ἐν αὐτῇ καλῶν, καὶ ὡς οὐ τερπνὴ μόνον ἀλλὰ καὶ ὠφέλιμός ἐστιν τοῖς θεωμένοις, καὶ ὅσα παιδεύει καὶ ὅσα διδάσκει, καὶ ὡς ῥυθμίζει τῶν ὁρώντων τὰς ψυχάς, καλλίστοις θεάμασιν ἐγγυμνάζουσα καὶ ἀρίστοις ἀκούσμασιν ἐνδιατρίβουσα καὶ κοινόν τι ψυχῆς καὶ σώματος κάλλος ἐπιδεικνυμένη ; τὸ γὰρ καὶ μετὰ μουσικῆς καὶ ῥυθμοῦ ταῦτα πάντα ποιεῖν οὐ ψόγος ἂν αὐτῆς ἀλλ᾽ ἔπαινος μᾶλλον εἴη.

Κράτων
ἐμοὶ μὲν οὐ πάνυ σχολὴ μεμηνότος ἀνθρώπου ἀκροᾶσθαι τὴν νόσον τὴν αὑτοῦ ἐπαινοῦντος: σὺ δὲ εἰ βούλει λῆρόν τινα κατασκεδάσαι μου, ἕτοιμος φιλικὴν ταύτην λειτουργίαν ὑποστῆναι καὶ παρασχεῖν τὰ ὦτα, καὶ ἄνευ κηροῦ παρακούειν τῶν φαύλων δυνάμενος. ὥστε ἤδη σιωπήσομαί σοι, καὶ λέγε ὁπόσα ἐθέλεις ὡς μηδὲ ἀκούοντός τινος.

Λυκῖνος

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: