This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
πόθεν, ὦ μακάριε, κατ᾽ εἰρήνην ἐκεῖνοι, οἵ γε ξυμπεσόντες ὅλας ἁμάξας βλασφημιῶν κατεσκέδασαν ἀλλήλων, κεκραγότες καὶ ὑπερδιατεινόμενοι ;
[p. 332]
Πάμφιλος
ἦ που, ὦ Λυκῖνε, περὶ τῶν λόγων διεφέροντο τὰ συνήθη ταῦτα, ἑτερόδοξοι τυγχάνοντες; Λυκῖνος
οὐδαμῶς, ἀλλ᾽ ἑτεροῖόν τι τοῦτο ἦν: ὁμόδοξοι γὰρ ἄμφω καὶ ἀπὸ τῶν αὐτῶν λόγων. δίκη δὲ ὅμως συνειστήκει καὶ δικασταὶ ψηφοφοροῦντες ἦσαν οἱ ἄριστοι καὶ πρεσβύτατοι καὶ σοφώτατοι τῶν ἐν τῇ πόλει καὶ ἐφ᾽ ὧν ἄν τις ᾐδέσθη παρὰ μέλος τι φθεγξάμενος, οὐχ ὅπως ἐς τοσαύτην ἀναισχυντίαν τραπόμενος, Πάμφιλος
οὐκοῦν λέγοις ἂν ἤδη τὸ κεφάλαιον τῆς δίκης, ὡς καὶ αὐτὸς εἰδείην ὅ τι σοὶ τὸ κεκινηκὸς εἴη τὸν τοσοῦτον γέλωτα. Λυκῖνος

This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.