previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[13] ; οὐδὲ γὰρ ἐκεῖνο ἂν ἔχοις λέγειν, ὡς ἐγὼ μὲν ἁπλῶς αὐτὸ ἔπραξα, ἠκολούθησε δέ τι τέλος ἄλλως χρηστόν, ἐμοῦ μὴ θελήσαντος. τί γὰρ ἔτι ἐδεδίειν τοῦ ἰσχυροτέρου πεφονευμένου ; τί δὲ κατέλιπον τὸ ξίφος ἐν τῇ σφαγῇ, εἰ μὴ πάντως τὸ ἐσόμενον αὐτὸ προεμαντευόμην ; ἐκτὸς εἰ μὴ τοῦτο φής, ὡς οὐ τύραννος τεθνεὼς ἦν οὐδὲ [p. 460] ταύτην εἶχε τὴν προσηγορίαν, οὐδὲ δωρεὰς ἐπ᾽ αὐτῷ πολλάς, εἰ ἀποθάνοι,, ἡδέως ἂν ὑμεῖς ἐδώκατε. ἀλλ᾽ οὐκ ἂν εἴποις. ^ Εἶτα τοῦ τυράννου πεφονευμένου ^ τῷ τὴν αἰτίαν παρασχόντι τῆς σφαγῆς οὐκ ἀποδώσεις τὴν δωρεὰν ; τῆς πολυπραγμοσύνης. μέλει δέ σοι, πῶς ἀπέθανεν, ἀπολαύοντι τῆς ἐλευθερίας, τὸν τὴν δημοκρατίαν ἀποδεδωκότα περιττότερόν τι, προσαπαιτεῖς ; ‘ καίτοι γε νόμος,’ ὡς φής, ‘τὸ κεφάλαιον ἐξετάζει τῶν πεπραγμένων, τὰ διὰ μέσου δὲ πάντα ἐᾷ καὶ οὐκέτι πολυπραγμονεῖ.’ τί γάρ ; οὐχὶ καὶ ^ ἐξελάσας τις τύραννον ἤδη τιμὴν ἔλαβεν τυραννοκτόνου ; καὶ μάλα δικαίως: ἐλευθερίαν γὰρ κἀκεῖνος ἀντὶ δουλείας παρέσχηται. τὸ δ᾽ ὑπ᾽ ἐμοῦ γεγενημένον οὐ φυγὴ οὐδὲ δευτέρας ἐπαναστάσεως ἐλπίς, ἀλλὰ παντελὴς καθαίρεσις καὶ πανωλεθρία παντὸς τοῦ γένους καὶ ῥιζόθεν τὸ δεινὸν ἅπαν ἐκκεκομμένον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: