previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[2] ἀποκρίνεται οὖν αὐτῷ Τιμόθεος, Ἀλλ᾽, Ἁρμονίδη, ἐρᾷς μέν, ἔφη, εὖ ἴσθι, οὐ μικροῦ πράγματος, ἐπαίνου καὶ δόξης καὶ ἐπίσημος εἶναι καὶ γιγνώσκεσθαι πρὸς τῶν πολλῶν, τοῦτο δὲ εἰ μὲν οὑτωσί πως ἐς τὰ πλήθη παριὼν ἐπιδεικνύμενος ἐθέλοις πορίζεσθαι, μακρὸν ἂν γένοιτο, καὶ οὐδὲ οὕτως ἅπαντες εἴσονταί σε. ποῦ γὰρ ἂν εὑρεθείη θέατρον στάδιον οὕτω μέγα, ἐν [p. 402] πᾶσιν αὐλήσεις τοῖς Ἕλλησιν; ὡς δὲ ποιήσας γνωσθήσῃ αὐτοῖς καὶ ἐπὶ τὸ πέρας ἀφίξῃ τῆς εὐχῆς, ἐγὼ καὶ τοῦτο ὑποθήσομαί σοι: σὺ γὰρ αὔλει μὲν καὶ πρὸς τὰ θέατρα ἐνίοτε, ἀτὰρ ὀλίγον μελέτω σοι τῶν πολλῶν. δ᾽ ἐπίτομος καὶ ῥᾷστα ἐπὶ τὴν δόξαν ἄγουσα ἥδε ἐστίν: εἰ γὰρ ἐπιλεξάμενος τῶν ἐν τῇ Ἑλλάδι τοὺς ἀρίστους καὶ ὀλίγους αὐτῶν ὅσοι κορυφαῖοι καὶ ἀναμφιλόγως θαυμαστοὶ καὶ ἐπ᾽ ἀμφότερα πιστοί, εἰ τούτοις, φημί, ἐπιδείξαιο τὰ αὐλήματα καὶ οὗτοι ἐπαινέσονταί σε, ἅπασιν Ἕλλησι νόμιζε ἤδη γεγενῆσθαι γνώριμος ἐν οὕτω βραχεῖ. καὶ τὸ πρᾶγμα ὅρα πῶς συντίθημι: εἰ γὰρ οὓς ἅπαντες ἴσασι καὶ οὓς θαυμάζουσιν, οὗτοι δὲ εἴσονταί σε αὐλητὴν εὐδόκιμον ὄντα, τί σοι δεῖ τῶν πολλῶν, οἵ γε πάντως ἀκολουθήσουσι τοῖς ἄμεινον κρῖναι δυναμένοις; γάρ τοι πολὺς οὗτος λεώς, αὐτοὶ μὲν ἀγνοοῦσι τὰ βελτίω, βάναυσοι ὄντες οἱ πολλοὶ αὐτῶν, ὅντινα δ᾽ ἂν οἱ προὔχοντες ἐπαινέσωσι, πιστεύουσι μὴ ἂν ἀλόγως ἐπαινεθῆναι τοῦτον: ὥστε ἐπαινέσουσι καὶ αὐτοί. καὶ γὰρ οὖν καὶ ἐν τοῖς ἀγῶσιν οἱ μὲν πολλοὶ θεαταὶ ἴσασι κροτῆσαί ποτε καὶ συρίσαι, κρίνουσι δὲ ἑπτὰ πέντε ὅσοι δή. ταῦτα μὲν Ἁρμονίδης οὐκ ἔφθη ποιῆσαι: μεταξὺ γὰρ αὐλῶν, φασίν, ὅτε τὸ πρῶτον ἠγωνίζετο, φιλοτιμότερον ἐμφυσῶν ἐναπέπνευσε τῷ αὐλῷ καὶ ἀστεφάνωτος ἐν τῇ σκηνῇ ἀπέθανε τὸ αὐτὸ καὶ πρῶτον καὶ ὕστατον αὐλήσας ἐν τοῖς Διονυσίοις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: