previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[4] οὗτος δὲ Σόλων Ἐξηκεστίδου καὶ Θαλῆς ἐκεῖνος καὶ παρ᾽ αὐτοὺς Πιττακὸς καὶ οἱ ἄλλοι: ἑπτὰ δὲ πάντες εἰσὶν ὡς ὁρᾷς.

Μένιππος
ἄλυποι, Αἰακέ, οὗτοι μόνοι καὶ φαιδροὶ τῶν ἄλλων. δὲ σποδοῦ πλέως ὥσπερ ἐγκρυφίας ἄρτος, τὰς φλυκταίνας ἐξηνθηκώς, τίς ἐστιν;

Αἰακός
Ἐμπεδοκλῆς, Μένιππε, ἡμίεφθος ἀπὸ τῆς Αἴτνης παρών.

Μένιππος
χαλκόπου βέλτιστε, τί παθὼν σαυτὸν ἐς τοὺς κρατῆρας ἐνέβαλες;

Ἐμπεδοκλῆς
Μελαγχολία τις, Μένιππε.

Μένιππος
οὐ μὰ Δί᾽, ἀλλὰ κενοδοξία καὶ τῦφος καὶ πολλὴ κόρυζα, ταῦτά σε ἀπηνθράκωσεν αὐταῖς κρηπῖσιν οὐκ ἀνάξιον ὄντα: πλὴν ἀλλ᾽ οὐδέν σε τὸ σόφισμα ὤνησεν: ἐφωράθης γὰρ τεθνεώς. Σωκράτης δέ, Αἰακέ, ποῦ ποτε ἄρα ἐστίν;

Αἰακός
μετὰ Νέστορος καὶ Παλαμήδους ἐκεῖνος ληρεῖ τὰ πολλά.

Μένιππος
ὅμως ἐβουλόμην ἰδεῖν αὐτόν, εἴ που ἐνθάδε ἐστίν. [p. 174]

Αἰακός
ὁρᾷς τὸν φαλακρόν;

Μένιππος
ἅπαντες φαλακροί εἰσιν: ὥστε πάντων ἂν εἴη τοῦτο τὸ γνώρισμα.

Αἰακός
τὸν σιμὸν λέγω.

Μένιππος
καὶ τοῦτο ὅμοιον: σιμοὶ γὰρ ἅπαντες.

Σωκράτης

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: