[2]
νὴ Δί᾽ ὠνάμην γε, εἰ μέλλω καὶ ὑπερεκτίνειν τῶν νεκρῶν.
Χάρων
οὐκ ἀποστήσομαί σου.
Μένιππος
τούτου γε ἕνεκα καὶ νεωλκήσας τὸ πορθμεῖον
παράμενε: πλὴν ἀλλ᾽ ὅ γε μὴ ἔχω, πῶς ἂν λάβοις;
Χάρων
σὺ δ᾽ οὐκ ᾔδεις ὡς κομίζεσθαι δέον;
Μένιππος
Ἤιδειν μέν, οὐκ εἶχον δέ. τί οὖν; ἐχρῆν διὰ τοῦτο μὴ ἀποθανεῖν;
Χάρων
μόνος οὖν αὐχήσεις προῖκα πεπλευκέναι;
Μένιππος
οὐ προῖκα, ὦ βέλτιστε: καὶ γὰρ ἤντλησα καὶ
τῆς κώπης συνεπελαβόμην καὶ οὐκ ἔκλαον μόνος τῶν ἄλλων ἐπιβατῶν.
Χάρων
οὐδὲν ταῦτα πρὸς πορθμέα: τὸν ὀβολὸν ἀποδοῦναί
σε δεῖ: οὐ θέμις ἄλλως γενέσθαι.
Μένιππος
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.