[2]
οὐκ ἀηδῶς, ὦ Μένιππε: ἡ γὰρ ἰσοτιμία
πάνυ δημοτικὴ καὶ τὸ πρᾶγμα οὐδὲν ἔχει τὸ διάφορον ἐν
φωτὶ εἶναι ἢ καὶ ἐν σκότῳ: ἄλλως τε οὔτε διψῆν ὥσπερ
ἄνω οὔτε πεινῆν δεῖ, ἀλλ᾽ ἀνεπιδεεῖς τούτων ἁπάντων ἐσμέν.
Μένιππος
ὅρα, ὦ Χείρων, μὴ περιπίπτῃς σεαυτῷ καὶ
ἐς τὸ αὐτό σοι ὁ λόγος περιπέσῃ.
Χείρων
πῶς τοῦτο φής;
Μένιππος
ὅτι εἰ τῶν ἐν τῷ βίῳ τὸ ὅμοιον ἀεὶ καὶ ταὐτὸν
ἐγένετό σοι προσκορές, καὶ τἀνταῦθα ὅμοια ὄντα
προσκορῆ ὁμοίως ἂν γένοιτο, καὶ δεήσει μεταβολήν σε
ζητεῖν τινα καὶ ἐντεῦθεν ἐς ἄλλον βίον, ὅπερ οἶμαι ἀδύνατον.
Χείρων
τί οὖν ἂν πάθοι τις, ὦ Μένιππε;
Μένιππος
ὅπερ, οἶμαι, φασί, συνετὸν ὄντα ἀρέσκεσθαι
καὶ ἀγαπᾶν τοῖς παροῦσι καὶ μηδὲν αὐτῶν ἀφόρητον οἴεσθαι.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.