Διογένης
Ἀντίσθενες καὶ Κράτης, σχολὴν ἄγομεν:
ὥστε τί οὐκ ἄπιμεν εὐθὺ τῆς καθόδου περιπατήσαντες,
ὀψόμενοι τοὺς κατιόντας, οἷοί τέ εἰσι καὶ τί ἕκαστος αὐτῶν ποιεῖ;
Ἀντισθένης
ἀπίωμεν, ὦ Διόγενες: καὶ γὰρ ἂν ἡδὺ τὸ
θέαμα γένοιτο, τοὺς μὲν δακρυοντας αὐτῶν ὁρᾶν, τοὺς
δὲ καὶ ἱκετεύοντας ἀφεθῆναι, ένίους δὲ μόλις κατιόντας
[p. 183]
καὶ ἐπὶ τράχηλον ὠθοῦντος τοῦ Ἑρμοῦ ὅμως ἀντιβαίνοντας
καὶ ὑπτίους ἀντερείδοντας οὐδὲν δέον.
Κράτης
ἔγωγ᾽ οὖν καὶ διηγήσομαι ὑμῖν ἃ εἶδον
ὁπότε κατῄειν κατὰ τὴν ὁδόν.
Διογένης
διήγησαι, ὦ Κράτης: ἔοικας γάρ τινα ἑωρακέναι παγγέλοια.
Κράτης
This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.